← 修昔底德

伯罗奔尼撒战争史

§7.38.1-7.38.3

无果的海战与尼西阿斯的防御巩固

双方的冲突无果而终,在叙拉古人保持静默之际,阿提卡的尼西阿斯为防备再次交战而下令修补战船,并在桩栅前等距离安置商船以巩固防线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.38.1

τῆς δὲ ἡμέρας ἐπὶ πολὺ1 προσπλέοντες καὶ ἀνακρουόμενοι καὶ πειράσαντες ἀλλήλων καὶ οὐδέτεροι δυνάμενοι ἄξιόν τι λόγου παραλαβεῖν, εἰ μὴ ναῦν μίαν ἢ δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες,2 διεκρίθησαν· καὶ ὁ πεζὸς ἅμα ἀπὸ τῶν τειχῶν ἀπῆλθεν.

在当天的大部分时间里,双方不断驶近并倒桨退回,互相试探,但哪一方都未能取得任何值得一提的成果,只有叙拉古人击沉了一两艘阿提卡人的船只;随后他们便各自散去,与此同时,陆军也从城墙撤回。

§7.38.2

τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι ἡσύχαζον, οὐδὲν δηλοῦντες ὁποῖόν τι τὸ μέλλον ποιήσουσιν· ὁ δὲ Νικίας ἰδὼν ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα3 καὶ ἐλπίζων αὐτοὺς αὖθις ἐπιχειρήσειν τούς τε τριηράρχους ἠνάγκαζεν ἐπισκευάζειν τὰς ναῦς, εἴ τίς τι ἐπεπονήκει,4 καὶ ὁλκάδας προώρμισε πρὸ τοῦ σφετέρου σταυρώματος, ὃ αὐτοῖς πρὸ τῶν νεῶν ἀντὶ λιμένος κλῃστοῦ ἐν τῇ θαλάσσῃ ἐπεπήγει.

第二天,叙拉古人保持安静,完全没有表露出他们未来打算做什么。而尼西阿斯看到海战的结果势均力敌,并预料到他们会再次发动进攻,于是强令各三列桨战船的船长修理各自可能受损的船只,并在自己的桩栅前系泊了若干商船。这道桩栅是他们在船只前方、打入海中以替代封闭港口的。

§7.38.3

διαλειπούσας δὲ τὰς ὁλκάδας ὅσον δύο πλέθρα ἀπ’ ἀλλήλων κατέστησεν, ὅπως, εἴ τις βιάζοιτο ναῦς,5 εἴη κατάφευξις ἀσφαλὴς καὶ πάλιν καθ’ ἡσυχίαν ἔκπλους. παρασκευαζόμενοι δὲ ταῦτα ὅλην τὴν ἡμέραν διετέλεσαν οἱ Ἀθηναῖοι μέχρι νυκτός.

他将这些商船安置在彼此相隔约两普勒特隆的距离上,以便一旦有己方船只受到压迫,能有一个安全的避难所,并能再次从容地出航。阿提卡人一整天都在进行这些准备,直到夜幕降临。

语法注5 条
  1. 7.38.1τῆς δὲ ἡμέρας ἐπὶ πολύ

    属格 τῆς ἡμέρας 是表示时间范围的属格(在当天之内),修饰副词短语 ἐπὶ πολύ(在很大程度上、长久地),合起来意为“在当天的绝大部分时间里”。

  2. 7.38.1εἰ μὴ ναῦν μίαν ἢ δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες

    在 εἰ μὴ(“除了……”)之后接主格分词 καταδύσαντες 的分句结构,用来陈述主句否定内容(“双方均未取得成果”)中唯一的例外。

  3. 7.38.2ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα

    作为动词 ἰδών 宾语的分词结构。中性复数 τὰ τῆς ναυμαχίας(“海战的局势”)是分词 γενόμενα 的实质主语,而 ἀντίπαλα(中性复数宾格)作其表语,意为“看到海战的结果变得势均力敌”。

  4. 7.38.2εἴ τίς τι ἐπεπονήκει

    主格不定代名词 τις 在语境中指代“(任何一艘)船”或“(任何一位)船长”,而宾格的 τι 用作副词(“稍微、在任何程度上”)或充当宾语。动词 ἐπεπονήκει 是不及物动词 πονέω(“受损、劳损”)的过去完成时,表示过去某种已经完成的假设状态。

  5. 7.38.3εἴ τις βιάζοιτο ναῦς

    动词 βιάζοιτο 为中/被动态希求法,主语是 ναῦς(主格单数阴性名词),在此应作被动理解:“如果任何一艘(己方)船只受到(敌方的)压迫”。由于主句时态为过去时(κατέστησεν),这里在目的从句(ὅπως)嵌套的条件从句中使用希求法,表示过去的可能性。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.38.1-7.38.3