← 修昔底德

伯罗奔尼撒战争史

§7.30.1-7.30.3

底比斯军的追击与米卡莱索斯的悲剧

底比斯人及时增援并重创了撤退中的色雷斯人,但对米卡莱索斯而言,按其城市规模来看,这场灾难在整场战争中是最令人哀悼的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.30.1

οἱ δὲ Θηβαῖοι αἰσθόμενοι ἐβοήθουν, καὶ καταλαβόντες προκεχωρηκότας ἤδη τοὺς Θρᾷκας οὐ πολὺ τήν τε λείαν ἀφείλοντο καὶ αὐτοὺς φοβήσαντες καταδιώκουσιν ἐπὶ τὸν Εὔριπον καὶ τὴν θάλασσαν, οὗ αὐτοῖς τὰ πλοῖα ἃ ἤγαγεν ὥρμει.

底比斯人察觉到这一情况后,便前去救援。他们追上了已经走得不远的色雷斯人,夺回了掠夺物,并使他们陷入恐慌,一路追击到尤里普斯海峡和海边,那里停泊着送他们来的船只。

§7.30.2

καὶ ἀποκτείνουσιν αὐτῶν ἐν τῇ ἐσβάσει τοὺς πλείστους οὔτε ἐπισταμένους1 νεῖν τῶν τε ἐν τοῖς πλοίοις, ὡς ἑώρων τὰ ἐν τῇ γῇ, ὁρμισάντων ἔξω τοξεύματος τὰ πλοῖα, ἐπεὶ ἔν γε τῇ ἄλλῃ ἀναχωρήσει οὐκ ἀτόπως οἱ Θρᾷκες πρὸς τὸ τῶν Θηβαίων ἱππικόν, ὅπερ πρῶτον προσέκειτο, προεκθέοντές τε καὶ ξυστρεφόμενοι ἐν ἐπιχωρίῳ τάξει τὴν φυλακὴν ἐποιοῦντο, καὶ ὀλίγοι αὐτῶν ἐν τούτῳ διεφθάρησαν. μέρος δέ τι καὶ ἐν τῇ πόλει αὐτῇ δι’ ἁρπαγὴν ἐγκαταληφθὲν ἀπώλετο. οἱ δὲ ξύμπαντες τῶν Θρᾳκῶν πεντήκοντα καὶ διακόσιοι ἀπὸ τριακοσίων καὶ χιλίων ἀπέθανον.

在色雷斯人登船时,底比斯人杀死了其中的大部分人,因为色雷斯人既不会游泳,而船上的人看到陆地上的情况后,又把船只停泊在弓箭射程之外。不过,在其余的撤退路程中,面对最先发起攻击的底比斯骑兵,色雷斯人按照他们本国的战术,通过冲锋和聚拢进行防卫,表现得颇为出色,在此期间他们只有少数人丧生。然而,也有一部分人因为贪图掠夺而滞留在城内,最终丧命。色雷斯人总共在一千三百人中死去了二百五十人。

§7.30.3

διέφθειραν δὲ καὶ τῶν Θηβαίων καὶ τῶν ἄλλων οἳ ξυνεβοήθησαν ἐς εἴκοσι μάλιστα ἱππέας τε καὶ ὁπλίτας ὁμοῦ καὶ Θηβαίων τῶν βοιωταρχῶν Σκιρφώνδαν· τῶν δὲ Μυκαλησσίων μέρος τι ἀπανηλώθη. τὰ μὲν κατὰ τὴν Μυκαλησσὸν πάθει χρησαμένην οὐδενὸς ὡς ἐπὶ μεγέθει2 τῶν κατὰ τὸν πόλεμον ἧσσον ὀλοφύρασθαι ἀξίῳ τοιαῦτα ξυνέβη.

但色雷斯人也杀死了底比斯人以及其他前来增援的人,包括骑兵和重装步兵在内共约二十人,以及底比斯人的波奥塔尔赫之一斯基尔丰达斯;而米卡莱索斯人也有部分人丧生。米卡莱索斯遭遇了如此的灾难,按其城市规模而言,其惨重程度绝不亚于这场战争中任何其他值得哀悼的事件,事情就是这样发生的。

语法注2 条
  1. 7.30.2οὔτε ἐπισταμένους

    表达惨重伤亡两大主因的不对称因果结构。前半句 οὔτε ἐπισταμένους 是宾格分词,修饰句中的宾语 τοὺς πλείστους(绝大部分人);后半句 τῶν τε ... ὁρμισάντων 则使用了属格独立分词结构。

  2. 7.30.3ὡς ἐπὶ μεγέθει

    限定性副词短语,意为“考虑到其规模”或“与其规模相比”。与比较级 ἧσσον 连用,强调尽管米卡莱索斯是一座小城,但其遭受的灾难比例上绝不亚于战争中的任何其他惨剧。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.30.1-7.30.3