- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.3.1-7.3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
吉利普斯率军逼近雅典人的围墙并提出撤军即停战的条件,但遭到雅典人拒绝。随后吉利普斯退守高地,并攻占了雅典人的拉布达隆要塞,还捕获了一艘战船。
οἱ δὲ Ἀθηναῖοι αἰφνιδίως τοῦ τε Γυλίππου καὶ τῶν Συρακοσίων σφίσιν ἐπιόντων ἐθορυβήθησαν μὲν τὸ πρῶτον, παρετάξαντο δέ. ὁ δὲ θέμενος τὰ ὅπλα ἐγγὺς κήρυκα προσπέμπει αὐτοῖς λέγοντα, εἰ βούλονται ἐξιέναι ἐκ τῆς Σικελίας πέντε ἡμερῶν λαβόντες τὰ σφέτερα αὐτῶν, ἑτοῖμος εἶναι1 σπένδεσθαι.
雅典人见吉利普斯和叙拉古人突然向自己逼近,起初陷入了混乱,但随即摆好了战斗阵形。吉利普斯在附近停下并放下武器,派出一名使者向他们宣告:如果他们愿意在五天内带上自己的财产撤离西西里,他准备与他们缔结停战协定。
οἱ δ’ ἐν ὀλιγωρίᾳ τε ἐποιοῦντο καὶ οὐδὲν ἀποκρινάμενοι ἀπέπεμψαν. καὶ μετὰ τοῦτο ἀντιπαρεσκευάζοντο ἀλλήλοις ὡς ἐς μάχην.
但雅典人对此不屑一顾,没有作任何答复便将使者打发回去。此后,双方开始互相准备交战。
καὶ ὁ Γύλιππος ὁρῶν τοὺς Συρακοσίους ταρασσομένους καὶ οὐ ῥᾳδίως ξυντασσομένους, ἐπανῆγε τὸ στρατόπεδον ἐς τὴν εὐρυχωρίαν μᾶλλον. καὶ ὁ Νικίας οὐκ ἐπῆγε τοὺς Ἀθηναίους, ἀλλ’ ἡσύχαζε πρὸς τῷ ἑαυτῶν τείχει. ὡς δ’ ἔγνω ὁ Γύλιππος οὐ προσιόντας αὐτούς, ἀπήγαγε τὴν στρατιὰν ἐπὶ τὴν ἄκραν τὴν Τεμενῖτιν καλουμένην, καὶ αὐτοῦ ηὐλίσαντο.
吉利普斯见叙拉古人阵脚混乱,不易整队,便将军队撤回到较为开阔的地方。尼基阿斯没有率领雅典人出击,而是让他们在自己的围墙旁保持原地不动。当吉利普斯察觉到雅典人并不逼近时,便把军队带到了被称为泰梅尼特斯的高地上,并在那里露营。
τῇ δ’ ὑστεραίᾳ ἄγων τὴν μὲν πλείστην τῆς στρατιᾶς παρέταξε πρὸς τὰ τείχη τῶν Ἀθηναίων, ὅπως μὴ ἐπιβοηθοῖεν2 ἄλλοσε, μέρος δέ τι πέμψας πρὸς τὸ φρούριον τὸ Λάβδαλον αἱρεῖ, καὶ ὅσους ἔλαβεν ἐν αὐτῷ πάντας ἀπέκτεινεν· ἦν δὲ οὐκ ἐπιφανὲς τοῖς Ἀθηναίοις τὸ χωρίον.
第二天,他率领大部分军队,在雅典人的围墙前摆开阵势,以防他们向别处增援;同时,他派遣一支小分队前往拉布达隆要塞,将其攻占,并将城内所捕获的人全部处死。该要塞从雅典人所在的地方是看不见的。
καὶ τριήρης τῇ αὐτῇ ἡμέρᾳ ἁλίσκεται τῶν Ἀθηναίων ὑπὸ τῶν Συρακοσίων ἐφορμοῦσα τῷ λιμένι.
同日,一艘在港口监视的雅典三桅战船被叙拉古人捕获。
- 7.3.1ἑτοῖμος εἶναι
不定词 εἶναι 的谓语形容词 ἑτοῖμος 采用主格,是因为在间接引语中,不定词的逻辑主语与主句主语(派遣使者的吉利普斯)一致。在希腊语中,若不定词的主语与主句主语不同,则需用宾格,但若一致,则主语省略且其谓语形容词变为主格。
- 7.3.4ὅπως μὴ ἐπιβοηθοῖεν
目的从句(ὅπως μὴ)中使用祈愿式(ἐπιβοηθοῖεν),是因为主句动词 παρέταξε 为过去时(不定过去时),根据时态一致原则(随伴祈愿式),此处用祈愿式代替了虚拟式。
