- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.14.1-7.14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
尼西阿斯向雅典本土坦率地报告了严峻的现状,包括船员的弱化、统率的困难以及缺乏补充手段。他警告说,如果意大利的补给地投向敌人,战败将无可避免,并强调了说明真相的重要性。
ἐπισταμένοις δ’ ὑμῖν γράφω ὅτι βραχεῖα ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντές τε ναῦν καὶ ξυνέχοντες τὴν εἰρεσίαν.
但我写信给你们,你们自己也清楚:船员的精锐时期是短暂的,而那些能发动船只并维持划桨协调的水手只是少数。
τούτων δὲ πάντων ἀπορώτατον τό τε μὴ οἷόν τε εἶναι ταῦτα ἐμοὶ κωλῦσαι τῷ στρατηγῷ (χαλεπαὶ γὰρ αἱ ὑμέτεραι φύσεις ἄρξαι)1 καὶ ὅτι2 οὐδ’ ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν, ὃ τοῖς πολεμίοις πολλαχόθεν ὑπάρχει, ἀλλ’ ἀνάγκη ἀφ’ ὧν ἔχοντες ἤλθομεν τά τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι· αἱ γὰρ νῦν οὖσαι πόλεις ξύμμαχοι ἀδύνατοι Νάξος καὶ Κατάνη.
在所有这些事情中,最困难的是:第一,我作为将军无法阻止这些情况(因为你们的脾性极难统治);第二,我们甚至没有任何可以补充船员的地方——而敌人却可以从许多地方获得补充——相反,我们现有的和正在消耗的,都必须从我们带来的人员中支出。因为我们目前的盟友城市,纳克索斯和卡塔奈,是无能为力的。
εἰ δὲ προσγενήσεται ἓν ἔτι τοῖς πολεμίοις, ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας, ὁρῶντα3 ἐν ᾧ τ’ ἐσμὲν καὶ ὑμῶν μὴ ἐπιβοηθούντων, πρὸς ἐκείνους χωρῆσαι, διαπεπολεμήσεται αὐτοῖς ἀμαχεὶ ἐκπολιορκηθέντων ἡμῶν [ὁ πόλεμος ].
如果敌人再获得一项优势,以致于供养我们的意大利各地区,在看到我们的处境以及你们不派兵救援之后,也投靠到他们那边去的话,那么,随着我们被围困绝粮,这场战争就会在不用交战的情况下被他们彻底打赢。
‘τούτων ἐγὼ ἡδίω μὲν ἂν εἶχον4 ὑμῖν ἕτερα ἐπιστέλλειν, οὐ μέντοι χρησιμώτερά γε, εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι. καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν, βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν, αἰτιωμένων δὲ ὕστερον, ἤν τι ὑμῖν ἀπ’ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ, ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι.
我本可以给你们写些比这更悦耳的其他消息,但如果你们必须在确切了解此地情况的前提下进行决策,那么那些消息绝不会更有用。同时,我熟知你们的脾性——你们虽渴望听最中听的话,但如果事后结果与之不符,你们就会归咎于人——因此,我认为表明真相才是更安全的选择。
- 7.14.2ἄρξαι
修饰形容词 χαλεπαὶ(困难的)的说明性不定式(即关系不定式),表示在统治或管理方面存在困难。
- 7.14.2τό τε μὴ οἷόν τε εἶναι... καὶ ὅτι...
用于解释 ἀπορώτατον(最困难的事)的两个名词性要素,通过 τε... καί... 连接,但采用了不同的语法结构(异句并列):一个是带冠词的不定式短语(τό ... εἶναι),另一个是 ὅτι 引导的从句。
- 7.14.3ὁρῶντα
中性复数宾格的现在分词,与 ὥστε 从句中不定式短语的主语 τὰ ... χωρία(中性复数)在性、数、格上保持一致。这是一种拟人化修辞,将意大利的“地方(城市)”描述为“看到”局势。
- 7.14.4ἂν εἶχον
直陈式过去时加上 ἂν,表示在过去未实现的可能性或反事实假设(省略了如“如果我想这样做的话”等条件从句),意为“我本可以(写些其他消息)”。
