- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.98.1-6.98.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
盟国的骑兵增援雅典军,使其骑兵总数达到650人。雅典人在叙凯迅速建造圆城,叙拉古人虽出兵迎战,但因队形混乱而撤退,随后在一次小规模骑兵战中雅典人获胜。
καὶ οὐ πολλῷ ὕστερον αὐτοῖς ἦλθον ἔκ τε Ἐγέστης ἱππῆς τριακόσιοι καὶ Σικελῶν καὶ Ναξίων καὶ ἄλλων τινῶν ὡς ἑκατόν· καὶ Ἀθηναίων ὑπῆρχον πεντήκοντα καὶ διακόσιοι, οἷς1 ἵππους τοὺς μὲν παρ’ Ἐγεσταίων καὶ Καταναίων ἔλαβον, τοὺς δ’ ἐπρίαντο, καὶ ξύμπαντες πεντήκοντα καὶ ἑξακόσιοι ἱππῆς ξυνελέγησαν.
此后不久,来自埃杰斯塔的三百名骑兵,以及来自西西里人、纳克索斯人和其他一些人的约一百名骑兵前来会合。此外,雅典人原本就有二百五十名骑兵,雅典人为他们获取了马匹,一部分是从埃杰斯塔人和卡塔奈人那里得到的,另一部分则是买来的。这样,总共聚集了六百五十名骑兵。
καὶ καταστήσαντες ἐν τῷ Λαβδάλῳ φυλακὴν ἐχώρουν πρὸς τὴν Συκῆν οἱ Ἀθηναῖοι, ἵναπερ καθεζόμενοι ἐτείχισαν τὸν κύκλον2 διὰ τάχους. καὶ ἔκπληξιν τοῖς Συρακοσίοις παρέσχον τῷ τάχει τῆς οἰκοδομίας· καὶ ἐπεξελθόντες μάχην διενοοῦντο ποιεῖσθαι καὶ μὴ περιορᾶν.
雅典人在拉布达隆留下一支守军后,向叙凯挺进,并在那里驻扎,迅速建造了圆城(主堡)。他们的筑城速度让叙拉古人感到震惊;叙拉古人决定出兵迎战,不愿坐视不管。
καὶ ἤδη ἀντιπαρατασσομένων ἀλλήλοις3 οἱ τῶν Συρακοσίων στρατηγοὶ ὡς ἑώρων σφίσι τὸ στράτευμα διεσπασμένον τε καὶ οὐ ῥᾳδίως ξυντασσόμενον, ἀνήγαγον πάλιν ἐς τὴν πόλιν πλὴν μέρους τινὸς τῶν ἱππέων· οὗτοι δὲ ὑπομένοντες ἐκώλυον τοὺς Ἀθηναίους λιθοφορεῖν τε καὶ ἀποσκίδνασθαι μακροτέραν.4
当两军已经互相对阵整队时,叙拉古人的将军们看到自己的军队混乱不堪、不易整好队形,便带领大军退回城内,只留下了一部分骑兵。留下的骑兵坚守岗位,阻碍雅典人运送石料以及分散到较远的地方。
καὶ τῶν Ἀθηναίων φυλὴ μία τῶν ὁπλιτῶν καὶ οἱ ἱππῆς μετ’ αὐτῶν πάντες ἐτρέψαντο τοὺς τῶν Συρακοσίων ἱππέας προσβαλόντες, καὶ ἀπέκτεινάν τέ τινας καὶ τροπαῖον τῆς ἱππομαχίας ἔστησαν.
然而,雅典重装步兵的一个部落(部族兵团)与全体骑兵一同向叙拉古骑兵发起进攻,将其击溃,并击杀了其中数人,随后树立了这场骑兵战的胜利纪念碑。
- 6.98.1οἷς
关系代名词 ὅς 的阳性复数与格,先行词是前文的 Ἀθηναίων(250名雅典骑兵)。在此用作利益与格,表示“为他们(筹措马匹)”。
- 6.98.2τὸν κύκλον
指“圆城”(Kyklos),即作为包围叙拉古的整个围墙中心据点的圆形要塞或主堡。
- 6.98.3ἀντιπαρατασσομένων ἀλλήλοις
现在分词的属格独立结构。其逻辑主语(雅典军与叙拉古军双方)未明言,但因上下文显而易见而被省略。
- 6.98.3μακροτέραν
形容词 μακρός 的比较级阴性单数宾格,省略了名词 ὁδόν(道路),在此作副词用,意为“更远地”或“太远”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
