← 修昔底德

伯罗奔尼撒战争史

§6.93.1-6.93.4

任命吉利普斯与战争第十七年的结束

受阿尔西比亚德斯演说鼓舞,拉刻代蒙人决定对德凯莱亚筑垒,并任命吉利普斯负责救援西西里。与此同时,雅典人投票决定向西西里军队追加派遣维持费和骑兵,战争的第十七年随之结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.93.1

ὁ μὲν Ἀλκιβιάδης τοσαῦτα εἶπεν, οἱ δὲ Λακεδαιμόνιοι διανοούμενοι μὲν καὶ αὐτοὶ πρότερον στρατεύειν ἐπὶ τὰς Ἀθήνας, μέλλοντες δ’ ἔτι καὶ περιορώμενοι, πολλῷ μᾶλλον ἐπερρώσθησαν διδάξαντος ταῦτα ἕκαστα αὐτοῦ1 καὶ νομίσαντες παρὰ τοῦ σαφέστατα εἰδότος ἀκηκοέναι·

阿尔西比亚德斯说了这么多。而拉刻代蒙人,尽管他们自己以前也曾打算对雅典用兵,但此前仍在犹豫观望;如今在听他详细说明了这每一件事之后,又坚信自己是从最了解底细的人那里听到了这些,因而信心大增。

§6.93.2

ὥστε τῇ ἐπιτειχίσει τῆς Δεκελείας προσεῖχον ἤδη τὸν νοῦν καὶ τὸ παραυτίκα καὶ τοῖς ἐν τῇ Σικελίᾳ πέμπειν τινὰ τιμωρίαν. καὶ Γύλιππον τὸν Κλεανδρίδου προστάξαντες ἄρχοντα τοῖς Συρακοσίοις ἐκέλευον μετ’ ἐκείνων καὶ τῶν Κορινθίων βουλευόμενον ποιεῖν ὅπῃ ἐκ τῶν παρόντων μάλιστα καὶ τάχιστά τις ὠφελία ἥξει τοῖς ἐκεῖ.

因此,他们已开始致力于德凯莱亚的筑垒工作,同时也着手向在西西里的人派遣某些援助。他们任命克里安德里达斯之子吉利普斯为叙拉古人的指挥官,并命令他与叙拉古人及科林斯人共同商议,采取措施,使援助能根据现有情况最有效、最迅速地送达那里的人。

§6.93.3

ὁ δὲ δύο μὲν ναῦς τοὺς Κορινθίους ἤδη ἐκέλευέν οἱ πέμπειν ἐς Ἀσίνην, τὰς δὲ λοιπὰς παρασκευάζεσθαι ὅσας διανοοῦνται πέμπειν καί, ὅταν καιρὸς ᾖ, ἑτοίμας εἶναι πλεῖν. ταῦτα δὲ ξυνθέμενοι ἀνεχώρουν ἐκ τῆς Λακεδαίμονος.

他命令科林斯人立即派两艘船到阿西涅他那里,并准备好他们打算派遣的其余船只,以便在时机成熟时随时可以启航。商定这些事情后,他们便离开了拉刻代蒙。

§6.93.4

ἀφίκετο δὲ καὶ ἡ ἐκ τῆς Σικελίας τριήρης τῶν Ἀθηναίων, ἣν ἀπέστειλαν οἱ στρατηγοὶ ἐπί τε χρήματα καὶ ἱππέας. καὶ οἱ Ἀθηναῖοι ἀκούσαντες ἐψηφίσαντο τήν τε τροφὴν πέμπειν τῇ στρατιᾷ καὶ τοὺς ἱππέας. καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἕβδομον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.

此外,来自西西里的雅典三列桨战船也抵达了,那是将军们派来索取资金和骑兵的。雅典人听取汇报后,决议向军队运送维持费和骑兵。冬天结束了,由修昔底德所记录的这场战争的第十七个年头也随之宣告结束。

语法注1 条
  1. 6.93.1διδάξαντος ταῦτα ἕκαστα αὐτοῦ

    属格独立分词结构。其逻辑主语为 "αὐτοῦ"(阿尔西比亚德斯),与主句主语 "οἱ δὲ Λακεδαιμόνιοι"(拉刻代蒙人)不同。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.93.1-6.93.4