← 修昔底德

伯罗奔尼撒战争史

§6.89.1-6.89.6

阿尔西比亚德斯在斯巴达的自我辩护

阿尔西比亚德斯在斯巴达公民大会上开始演讲,他首先针对针对自己的猜疑进行辩护,解释了自己过去为斯巴达服务的努力、其家族传统的政治角色以及他对雅典民主政体的态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.89.1

‘ἀναγκαῖον περὶ τῆς ἐμῆς διαβολῆς πρῶτον ἐς ὑμᾶς εἰπεῖν, ἵνα μὴ χεῖρον τὰ κοινὰ τῷ ὑπόπτῳ μου1 ἀκροάσησθε.

“我必须首先向你们说明针对我的中伤,以免你们由于对我的猜疑,而带着反感来听取我关于国家公共事务的建议。

§6.89.2

τῶν δ’ ἐμῶν προγόνων τὴν προξενίαν ὑμῶν κατά τι ἔγκλημα ἀπειπόντων αὐτὸς ἐγὼ πάλιν ἀναλαμβάνων ἐθεράπευον ὑμᾶς ἄλλα τε καὶ περὶ τὴν ἐκ Πύλου ξυμφοράν. καὶ διατελοῦντός μου προθύμου ὑμεῖς πρὸς Ἀθηναίους καταλλασσόμενοι τοῖς μὲν ἐμοῖς ἐχθροῖς δύναμιν δι’ ἐκείνων2 πράξαντες, ἐμοὶ δὲ ἀτιμίαν περιέθετε.

我的祖先曾因某种怨隙而辞去了你们的邦友身份,但我自己重新恢复了这一身份,并尽心服务你们,尤其是在皮洛斯的那次灾难中。然而,正当我持续展现热忱之时,你们在与雅典人和解的过程中,却通过那些谈判给我的敌人带来了权势,却把耻辱加在我身上。

§6.89.3

καὶ διὰ ταῦτα δικαίως ὑπ’ ἐμοῦ πρός τε τὰ Μαντινέων καὶ Ἀργείων τραπομένου3 καὶ ὅσα ἄλλα ἐνηντιούμην ὑμῖν ἐβλάπτεσθε· καὶ νῦν, εἴ τις καὶ τότε ἐν τῷ πάσχειν οὐκ εἰκότως ὠργίζετό μοι, μετὰ τοῦ ἀληθοῦς σκοπῶν ἀναπειθέσθω. ἢ εἴ τις, διότι καὶ τῷ δήμῳ προσεκείμην μᾶλλον, χείρω με ἐνόμιζε, μηδ’ οὕτως ἡγήσηται ὀρθῶς ἄχθεσθαι.

因此,由于我转向曼提尼亚和阿哥斯的事务,以及在其他各方面对你们的反对,你们理所当然地受到了我的伤害。现在,如果有人在当时遭受损失时对我产生了无理的愤怒,请他看清事实,重新考虑。或者,如果有人因为我更倾向于民主派而对我评价较低,也请他不要认为自己这种不快是正确的。

§6.89.4

τοῖς γὰρ τυράννοις αἰεί ποτε διάφοροί ἐσμεν (πᾶν δὲ τὸ ἐναντιούμενον τῷ δυναστεύοντι δῆμος ὠνόμασται), καὶ ἀπ’ ἐκείνου ξυμπαρέμεινεν ἡ προστασία ἡμῖν τοῦ πλήθους. ἅμα δὲ καὶ τῆς πόλεως δημοκρατουμένης τὰ πολλὰ ἀνάγκη ἦν τοῖς παροῦσιν ἕπεσθαι.

因为我们家族与僭主一向是不和的——而凡是反对独裁统治势力的都被称为“民主派”——从那时起,领导民众的责任就一直留在我们家族中。同时,由于城邦实行的是民主政体,在很大程度上我们也必须顺应既有的形势。

§6.89.5

τῆς δὲ ὑπαρχούσης ἀκολασίας4 ἐπειρώμεθα μετριώτεροι ἐς τὰ πολιτικὰ εἶναι.ἄλλοι δ’ ἦσαν καὶ ἐπὶ τῶν πάλαι καὶ νῦν οἳ ἐπὶ τὰ πονηρότερα ἐξῆγον τὸν ὄχλον· οἵπερ καὶ ἐμὲ ἐξήλασαν.

与当时普遍存在的放纵相比,我们努力在政治事务中保持较为温和的态度。然而,无论在过去还是现在,总有其他人将民众引向更恶劣的境地,也正是这些人将我驱逐了出去。

§6.89.6

ἡμεῖς δὲ τοῦ ξύμπαντος προέστημεν, δικαιοῦντες ἐν ᾧ σχήματι μεγίστη ἡ πόλις ἐτύγχανε καὶ ἐλευθερωτάτη οὖσα καὶ ὅπερ ἐδέξατό τις, τοῦτο ξυνδιασῴζειν, ἐπεὶ δημοκρατίαν γε καὶ ἐγιγνώσκομεν οἱ φρονοῦντές τι, καὶ αὐτὸς οὐδενὸς ἂν χεῖρον, ὅσῳ καὶ λοιδορήσαιμι.5 ἀλλὰ περὶ ὁμολογουμένης ἀνοίας οὐδὲν ἂν καινὸν λέγοιτο· καὶ τὸ μεθιστάναι αὐτὴν οὐκ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι ὑμῶν πολεμίων προσκαθημένων.

我们所领导的是国家的整体,并认为有义务去共同维护国家在其中处于最伟大、最自由状态的那个体制,即人们所继承下来的体制。因为凡是有理智的人都清楚民主政体是什么,而我自己对它的了解不亚于任何人,甚至可以说,我能对它进行多么严厉的谴责,我对它的认识就有多深。然而,对于一个公认的愚行,现在已经没有什么新话可说了。而且,当你们这些敌人正虎视眈眈地逼近时,我们认为改变这一体制是不安全的。”

语法注5 条
  1. 6.89.1τῷ ὑπόπτῳ μου

    意为“对我的猜疑”。中性形容词名词化的 τὸ ὕποπτον 用作名词,μου 作宾格性属格(“对我的”)。与格表示原因。

  2. 6.89.2δι’ ἐκείνων

    指前文的“与雅典人和解”(πρὸς Ἀθηναίους καταλλασσόμενοι),意为“通过这些(和约/谈判)”。该代名词指示的是和谈这一整体背景。

  3. 6.89.3ὑπ’ ἐμοῦ ... τραπομένου

    ὑπ’ ἐμοῦ 表示被动语态动词 ἐβλάπτεσθε(你们受到伤害)的施事者(被我),分词 τραπομένου 是与 ἐμοῦ 一致的属格。这并非属格绝对,而是修饰施事者短语的附带分词。

  4. 6.89.5τῆς δὲ ὑπαρχούσης ἀκολασίας

    比较级 μετριώτεροι(更为温和)所要求的比较属格,意为“与当时普遍存在的放纵相比”。

  5. 6.89.6ὅσῳ καὶ λοιδορήσαιμι

    ὅσῳ 是表示程度差异的关系代名词与格(“正如……的程度”)。λοιδορήσαιμι 是不带 ἄν 的祈愿语态(表示潜在可能性或一般性假设),意为“正如我能对它(民主制)进行多少谴责,我就有多么了解它”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.89.1-6.89.6