- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.72.1-6.72.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
雅典人撤退过冬后,叙拉古人召开大会。赫尔莫克拉特斯指出战败的主要原因是纪律涣散和将军人数过多,并建议整顿指挥体制和强化军事训练。
καὶ οἱ μὲν ταύτῃ τῇ γνώμῃ ἀπέπλευσαν ἐς τὴν Νάξον καὶ Κατάνην διαχειμάσοντες, Συρακόσιοι δὲ τοὺς σφετέρους αὐτῶν νεκροὺς θάψαντες ἐκκλησίαν ἐποίουν.
于是,他们怀着这一意图,乘船前往纳克索斯和卡塔奈过冬;而叙拉古人在埋葬了己方的死者后,召开了公民大会。
καὶ παρελθὼν αὐτοῖς Ἑρμοκράτης ὁ Ἕρμωνος, ἀνὴρ καὶ ἐς τἆλλα ξύνεσιν οὐδενὸς λειπόμενος καὶ κατὰ τὸν πόλεμον ἐμπειρίᾳ τε ἱκανὸς γενόμενος καὶ ἀνδρείᾳ ἐπιφανής, ἐθάρσυνέ τε καὶ οὐκ εἴα τῷ γεγενημένῳ ἐνδιδόναι·
赫尔蒙之子赫尔莫克拉特斯走到他们面前,此人在其他方面不仅聪明才智不亚于任何人,而且在战争中积累了足够的经验,并以勇敢著称。他鼓励他们,不让他们因发生的事而气馁。
τὴν μὲν γὰρ γνώμην αὐτῶν οὐχ ἡσσῆσθαι, τὴν δὲ ἀταξίαν βλάψαι. οὐ μέντοι τοσοῦτόν γε λειφθῆναι ὅσον εἰκὸς εἶναι, ἄλλως τε καὶ τοῖς πρώτοις τῶν Ἑλλήνων ἐμπειρίᾳ ἰδιώτας ὡς εἰπεῖν χειροτέχναις1 ἀνταγωνισαμένους.
因为他说,他们的斗志并未战败,而是无纪律状态造成了危害。然而,他们的劣势并没有预想的那么大,尤其是考虑到他们作为可以说是外行的人,去对抗在经验上堪称希腊第一的内行。
μέγα δὲ βλάψαι καὶ τὸ πλῆθος τῶν στρατηγῶν καὶ τὴν πολυαρχίαν (ἦσαν γὰρ πέντε καὶ δέκα οἱ στρατηγοὶ αὐτοῖς) τῶν τε πολλῶν τὴν ἀξύντακτον ἀναρχίαν. ἢν δὲ ὀλίγοι τε στρατηγοὶ γένωνται ἔμπειροι καὶ ἐν τῷ χειμῶνι τούτῳ παρασκευάσωσι τὸ ὁπλιτικόν, οἷς τε ὅπλα μὴ ἔστιν ἐκπορίζοντες, ὅπως ὡς πλεῖστοι ἔσονται, καὶ τῇ ἄλλῃ μελέτῃ προσαναγκάζοντες, ἔφη κατὰ τὸ εἰκὸς κρατήσειν σφᾶς τῶν ἐναντίων, ἀνδρείας μὲν σφίσιν ὑπαρχούσης, εὐταξίας δ’ ἐς τὰ ἔργα προσγενομένης· ἐπιδώσειν γὰρ ἀμφότερα αὐτά, τὴν μὲν μετὰ κινδύνων μελετωμένην, τὴν δ’2 εὐψυχίαν αὐτὴν ἑαυτῆς3 μετὰ τοῦ πιστοῦ τῆς ἐπιστήμης θαρσαλεωτέραν ἔσεσθαι.
他还说,将军人数众多和多头领导(因为他们有十五名将军)造成了极大的危害,此外还有大众那种毫无秩序的无政府状态。但如果只选举少数有经验的将军,并在今年冬天整顿重装步兵,为没有武器的人配齐武器以使人数尽可能多,并强制进行其他训练,那么他说,他们完全有理由战胜对手,因为他们本就拥有勇气,而行动中又增添了纪律。因为这两者都会得到提升:纪律将在危险中得到锻炼,而勇气本身在伴随着对知识的确信时,将比以前的自己更加大胆。
τούς τε στρατηγοὺς καὶ ὀλίγους καὶ αὐτοκράτορας χρῆναι ἑλέσθαι καὶ ὀμόσαι αὐτοῖς τὸ ὅρκιον ἦ μὴν ἐάσειν ἄρχειν ὅπῃ ἂν ἐπίστωνται· οὕτω γὰρ ἅ τε κρύπτεσθαι δεῖ μᾶλλον ἂν στέγεσθαι καὶ τἆλλα κατὰ κόσμον καὶ ἀπροφασίστως παρασκευασθῆναι.
他还指出,应当选举少数且拥有全权的将军,并向他们宣誓,保证让他们按照自己认为最合适的方式进行指挥。因为这样一来,需要保密的事情就能更好地保密,而其他方面的准备工作也能有条不紊、毫无借口地进行。
- 6.72.3ἰδιώτας ὡς εἰπεῖν χειροτέχναις
ἰδιώτας(外行、业余者)与 χειροτέχναις(匠人、专业者)的对比。分词 ἀνταγωνισαμένους(与之对抗)的逻辑主语(叙拉古人)被比作 ἰδιώτας(宾格),而与其对抗的雅典人则被比作 χειροτέχναις(与格,由动词 ἀνταγωνίζομαι 支配)。ὡς εἰπεῖν 是起缓和作用的短语,意为“可以说”、“可以说是”。
- 6.72.4ἐπιδώσειν γὰρ ἀμφότερα αὐτά, τὴν μὲν... τὴν δ’...
ἀμφότερα αὐτά(这两者)指前句中出现的“勇气”(ἀνδρεία)和“纪律”(εὐταξία)。在随后的分配说明中,тὴν μὲν 指代前者(“纪律”,因为分词 μελετωμένην 为阴性单数,与 εὐταξία 一致),而 τὴν δ’ εὐψυχίαν 则明确指代后者(“勇气”)。
- 6.72.4αὐτὴν ἑαυτῆς
伴随比较级 θαρσαλεωτέραν 的比较属格,使用反身代名词表示“比其自身(即以前的自己)”。这表明勇气(εὐψυχία)在伴随着因知识而来的确信时,将超越其原有的状态。
