← 修昔底德

伯罗奔尼撒战争史

§6.65.1-6.65.3

叙拉古军出击卡塔奈与雅典军登陆叙拉古

叙拉古将军们信以为真,率军前往卡塔奈并安营扎寨,而雅典军则乘虚而入,乘船夜袭并在叙拉古的奥林匹伊翁附近登陆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.65.1

οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων, μετὰ τοῦ καὶ ἐς τὰ ἄλλα θαρσεῖν καὶ εἶναι ἐν διανοίᾳ καὶ ἄνευ τούτων ἰέναι παρεσκευάσθαι1 ἐπὶ Κατάνην, ἐπίστευσάν τε τῷ ἀνθρώπῳ πολλῷ ἀπερισκεπτότερον καὶ εὐθὺς ἡμέραν ξυνθέμενοι ᾗ παρέσονται ἀπέστειλαν αὐτόν, καὶ αὐτοί (ἤδη γὰρ καὶ τῶν ξυμμάχων Σελινούντιοι καὶ ἄλλοι τινὲς παρῆσαν) προεῖπον πανδημεὶ πᾶσιν ἐξιέναι Συρακοσίοις. ἐπεὶ δὲ ἑτοῖμα αὐτοῖς καὶ τὰ τῆς παρασκευῆς ἦν καὶ αἱ ἡμέραι ἐν αἷς ξυνέθεντο ἥξειν ἐγγὺς ἦσαν, πορευόμενοι ἐπὶ Κατάνης ηὐλίσαντο ἐπὶ τῷ Συμαίθῳ ποταμῷ ἐν τῇ Λεοντίνῃ.

叙拉古的将军们除了在其他方面充满信心,并且即使没有这个消息,也本意图并准备好进攻卡塔奈之外,更对这个男子深信不疑,显得极为轻率;他们立即约定了抵达的日期,便打发他回去。他们自己(因为此时盟友中塞利努斯人和其他一些人也已经到达)则下令全体叙拉古人全军出动。当他们的准备工作已经就绪,约定抵达的日期临近时,他们向卡塔奈进军,在莱翁蒂尼境内的希迈索斯河畔宿营。

§6.65.2

οἱ δ’ Ἀθηναῖοι ὡς ᾔσθοντο αὐτοὺς προσιόντας, ἀναλαβόντες τό τε στράτευμα ἅπαν τὸ ἑαυτῶν καὶ ὅσοι Σικελῶν αὐτοῖς ἢ ἄλλος τις προσεληλύθει καὶ ἐπιβιβάσαντες ἐπὶ τὰς ναῦς καὶ τὰ πλοῖα, ὑπὸ νύκτα ἔπλεον ἐπὶ τὰς Συρακούσας.

而雅典人一察觉到叙拉古人正在逼近,就带上自己的全部军队,以及所有加入他们的西凯尔人或其他任何人,让他们登上战船和运输船,在夜幕掩护下向叙拉古航行。

§6.65.3

καὶ οἵ τε Ἀθηναῖοι ἅμα ἕῳ ἐξέβαινον ἐς τὸ κατὰ τὸ Ὀλυμπιεῖον ὡς τὸ στρατόπεδον καταληψόμενοι,2 καὶ οἱ ἱππῆς3 οἱ Συρακοσίων πρῶτοι προσελάσαντες ἐς τὴν Κατάνην καὶ αἰσθόμενοι ὅτι τὸ στράτευμα ἅπαν ἀνῆκται, ἀποστρέψαντες ἀγγέλλουσι τοῖς πεζοῖς, καὶ ξύμπαντες ἤδη ἀποτρεπόμενοι ἐβοήθουν ἐπὶ τὴν πόλιν.

当雅典人在黎明时分于奥林匹伊翁对面的地方登陆,意图占领营地时,叙拉古的骑兵首先策马赶到卡塔奈,察觉到雅典全军已经起航,便拨转马头向步兵报告;于是全体叙拉古军队立即转身,赶回城去救援。

语法注3 条
  1. 6.65.1μετὰ τοῦ καὶ ἐς τὰ ἄλλα θαρσεῖν καὶ εἶναι ἐν διανοίᾳ καὶ ἄνευ τούτων ἰέναι παρεσκευάσθαι

    介词 μετά 接属格冠词性不定式 τοῦ θαρσεῖν 和 τοῦ εἶναι,表示“除……之外”。在后半部分的 εἶναι ἐν διανοίᾳ 结构内,完成时不定式 παρεσκευάσθαι 作为宾格不定式结构的补足成分,表示“自己已做好准备”。

  2. 6.65.3ὡς τὸ στρατόπεδον καταληψόμενοι

    连词 ὡς 与将来时中动分词 καταληψόμενοι(源自 καταλαμβάνω)连用,表示主句主语(雅典人)的主观目的,意为“意图占领营地”。

  3. 6.65.3καὶ οἵ τε Ἀθηναῖοι ... καὶ οἱ ἱππῆς

    这是一个表示相关联的 τε... καί 句式,强调两个事件的同时发生或对照:“正当雅典人在……登陆时,叙拉古的骑兵却……”

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.65.1-6.65.3