- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.49.1-6.49.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
拉马科斯主张乘敌方恐慌未备之际直航叙拉古并迅速发起进攻,并建议将荒废的梅加拉作为海军基地。
Λάμαχος δὲ ἄντικρυς1 ἔφη χρῆναι πλεῖν ἐπὶ Συρακούσας καὶ πρὸς τῇ πόλει ὡς τάχιστα τὴν μάχην ποιεῖσθαι, ἕως ἔτι ἀπαράσκευοί τε εἰσὶ καὶ μάλιστα ἐκπεπληγμένοι.
然而,拉马科斯则坚决主张应当直航叙拉古,并乘敌方尚未准备就绪且处于极大恐慌之中,尽快在城下展开决战。
τὸ γὰρ πρῶτον πᾶν στράτευμα δεινότατον εἶναι· ἢν δὲ χρονίσῃ πρὶν ἐς ὄψιν ἐλθεῖν, τῇ γνώμῃ ἀναθαρσοῦντας ἀνθρώπους2 καὶ τῇ ὄψει καταφρονεῖν μᾶλλον. αἰφνίδιοι δὲ ἢν προσπέσωσιν, ἕως ἔτι περιδεεῖς προσδέχονται, μάλιστ’ ἂν σφεῖς περιγενέσθαι καὶ κατὰ πάντα ἂν αὐτοὺς ἐκφοβῆσαι, τῇ τε ὄψει (πλεῖστοι γὰρ ἂν νῦν φανῆναι)3 καὶ τῇ προσδοκίᾳ ὧν πείσονται, μάλιστα δ’ ἂν τῷ αὐτίκα κινδύνῳ τῆς μάχης.
因为他说,任何军队在最初时都是最令人敬畏的;但如果迟延而迟迟不露面,人们便会在心理上恢复勇气,并在真正目睹时反而产生轻视。但如果乘他们仍心存戒惧等待之时发动突然袭击,他们便最有可能克敌制胜,并能从各方面震慑敌人——无论是在外观上(因为现在他们看起来人数最多),还是对行将遭受之灾难的预感上,而最主要的则是眼前迫在眉睫的战斗危险。
εἰκὸς δὲ εἶναι καὶ ἐν τοῖς ἀγροῖς πολλοὺς ἀποληφθῆναι ἔξω διὰ τὸ ἀπιστεῖν σφᾶς μὴ ἥξειν,4 καὶ ἐσκομιζομένων αὐτῶν τὴν στρατιὰν οὐκ ἀπορήσειν χρημάτων, ἢν πρὸς τῇ πόλει κρατοῦσα καθέζηται.
还认为,由于敌方坚信雅典人不会到来,城外农田里很可能会有许多人被截断退路;而当他们向城内搬运财产时,如果军队在城下占据优势并驻扎下来,就绝不会缺少资金。
τούς τε ἄλλους Σικελιώτας οὕτως ἤδη μᾶλλον καὶ ἐκείνοις οὐ ξυμμαχήσειν καὶ σφίσι προσιέναι καὶ οὐ διαμελλήσειν περισκοποῦντας ὁπότεροι κρατήσουσιν. ναύσταθμον δὲ ἐπαναχωρήσαντας καὶ ἐφορμηθέντας Μέγαρα ἔφη χρῆναι ποιεῖσθαι, ἃ ἦν ἐρῆμα, ἀπέχοντα Συρακουσῶν οὔτε πλοῦν πολὺν οὔτε ὁδόν.5
而且如此一来,其他西西里希腊人也会更有可能不再与叙拉古人结盟,而是加入他们这一边,不至于为了看清哪一方获胜而犹豫不决。他又说,他们应当在退回并停泊时,将当时荒无人烟、且距离叙拉古无论是航程还是陆路都不远的梅加拉作为海军基地。
- 6.49.1ἄντικρυς
副词 ἄντικρυς 既可以修饰动词 ἔφη(意为“断然、直率地声称”,与阿尔西比亚德斯迂回的提议相对),也可以修饰不定式 πλεῖν(意为“直航”叙拉古)。在此语境下,将其理解为修饰 πλεῖν 更为合适,以强调雅典军队立即、直接进攻的空间与战术直达性。
- 6.49.2τῇ γνώμῃ ἀναθαρσοῦντας ἀνθρώπους
ἀνθρώπους(宾格)是不定式 καταφρονεῖν 的逻辑主语。现在分词 ἀναθαρσοῦντας 与 ἀνθρώπους 一致,描绘了在军队显露之前若出现迟延(ἢν δὲ χρονίσῃ)时,敌方“在心理上(τῇ γνώμῃ)重新获得勇气”的精神状态。
- 6.49.2πλεῖστοι γὰρ ἂν νῦν φανῆναι
带有 ἄν 的不定式(φανῆναι ἄν)在间接引语中代表带有 ἄν 的希求法(或直陈过去式),表示潜在或可能性(“他们将会显得”)。省略的主语指代雅典军队(σφεῖς)。
- 6.49.3διὰ τὸ ἀπιστεῖν σφᾶς μὴ ἥξειν
在含有否定意义的动词如 ἀπιστέω(“不信”、“怀疑”)之后,随后的不定式通常会带有一个冗余的否定词 μὴ。因此,该短语的意思是“因为他们不相信他们(σφᾶς,即雅典人)会来(μὴ ἥξειν)”,而非“不相信他们不会来”。
- 6.49.4ἀπέχοντα Συρακουσῶν οὔτε πλοῦν πολὺν οὔτε ὁδόν
ἀπέχοντα 是中性复数分词,与前方的 Μέγαρα(中性复数)一致。宾格短语 οὔτε πλοῦν πολὺν οὔτε ὁδόν 用作表示空间范围的宾格(字面意为“既非长途航行,亦非长途行军”),用以表达梅加拉距离叙拉古的路程。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
