- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.41.1-5.41.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
阿耳戈斯的使节抵达拉刻代蒙,并谈判达成了一份五十年的条约,其中包含允许就争议领土库努里亚进行决战的特殊条款,拉刻代蒙人予以同意并要求使节先回国听取公民大会的意见。
καὶ οἱ πρέσβεις ἀφικόμενοι αὐτῶν λόγους ἐποιοῦντο πρὸς τοὺς Λακεδαιμονίους ἐφ’ ᾧ ἂν σφίσιν αἱ σπονδαὶ γίγνοιντο.1
使节们到达后,与拉刻代蒙人举行了谈判,商讨可以在何种条件下为他们缔结条约。
καὶ τὸ μὲν πρῶτον οἱ Ἀργεῖοι ἠξίουν δίκης ἐπιτροπὴν σφίσι γενέσθαι ἢ ἐς πόλιν τινὰ ἢ ἰδιώτην περὶ τῆς Κυνουρίας γῆς, ἧς αἰεὶ πέρι διαφέρονται μεθορίας οὔσης (ἔχει δὲ ἐν αὑτῇ Θυρέαν καὶ Ἀνθήνην πόλιν, νέμονται δ’ αὐτὴν Λακεδαιμόνιοι)· ἔπειτα δ’ οὐκ ἐώντων Λακεδαιμονίων μεμνῆσθαι περὶ αὐτῆς, ἀλλ᾽, εἰ βούλονται σπένδεσθαι ὥσπερ πρότερον, ἑτοῖμοι εἶναι,2 οἱ Ἀργεῖοι πρέσβεις τάδε ὅμως ἐπηγάγοντο τοὺς Λακεδαιμονίους ξυγχωρῆσαι, ἐν μὲν τῷ παρόντι σπονδὰς ποιήσασθαι ἔτη πεντήκοντα, ἐξεῖναι δ᾽ ὁποτεροισοῦν προκαλεσαμένοις, μήτε νόσου οὔσης μήτε πολέμου Λακεδαίμονι καὶ Ἄργει,3 διαμάχεσθαι περὶ τῆς γῆς ταύτης, ὥσπερ καὶ πρότερόν ποτε ὅτε αὐτοὶ ἑκάτεροι ἠξίωσαν νικᾶν, διώκειν δὲ μὴ ἐξεῖναι περαιτέρω τῶν πρὸς Ἄργος καὶ Λακεδαίμονα ὅρων.
起初,阿耳戈斯人要求就库努里亚土地的归属,向某个城市或个人提请仲裁裁判。该地是一片边界地区,他们之间一直为此争执不下(该地境内有提瑞亚和安特内两座城市,目前由拉刻代蒙人占领)。然而,当拉刻代蒙人不允许提及该土地,而是表示如果他们愿意像以前一样缔结条约,拉刻代蒙人已经准备就绪时,阿耳戈斯使节仍成功引导拉刻代蒙人同意了以下条款:目前先缔结五十年的条约,但允许任何一方在拉刻代蒙和阿耳戈斯既无疫病又无战争的情况下,向对方提出挑战,就这片土地进行一次决战,正如以前双方都声称自己获胜的那次一样,但不得追击越过阿耳戈斯和拉刻代蒙的国境线。
τοῖς δὲ Λακεδαιμονίοις τὸ μὲν πρῶτον ἐδόκει μωρία εἶναι ταῦτα, ἔπειτα (ἐπεθύμουν γὰρ τὸ Ἄργος πάντως φίλιον ἔχειν) ξυνεχώρησαν4 ἐφ’ οἷς ἠξίουν καὶ ξυνεγράψαντο. ἐκέλευον δ᾽ οἱ Λακεδαιμόνιοι, πρὶν τέλος τι αὐτῶν ἔχειν, ἐς τὸ Ἄργος πρῶτον ἐπαναχωρήσαντας αὐτοὺς δεῖξαι τῷ πλήθει, καὶ ἢν ἀρέσκοντα ᾖ, ἥκειν ἐς τὰ Ὑακίνθια τοὺς ὅρκους ποιησομένους. καὶ οἱ μὲν ἀνεχώρησαν·
拉刻代蒙人起初认为这些条款是愚蠢的,但随后(因为他们无论如何都极想与阿耳戈斯保持友好),他们同意了对方要求的条件,并草拟了书面协议。但拉刻代蒙人要求他们,在这些协议最终生效之前,首先返回阿耳戈斯向民众出示,如果能获得认可,则在雅辛提亚节时前来举行宣誓仪式。于是,使节们回国了。
- 5.41.1ἐφ’ ᾧ ἂν σφίσιν αἱ σπονδαὶ γίγνοιντο
ἐφ' ᾧ(在……条件下)后接 ἄν 和祈愿语气(γίγνοιντο)的结构。它在间接引语中表示“在何种条件下条约得以缔结”的可能性和潜在性。与通常接将来直说语气或不定式的结构不同,这里使用祈愿语气加 ἄν 凸显了谈判的条件性和不确定性。
- 5.41.2ἑτοῖμοι εἶναι
该不定式处于间接引语中,依赖于属格绝对结构 οὐκ ἐώντων(拉刻代蒙人不同意……)中所蕴含的说话动词(即“但表示他们已经准备好”)。由于该不定式的逻辑主语与说话者相同(即拉刻代蒙人),因此形容词 ἑτοῖμοι 采用了主格复数形式(主格与不定式构文)。
- 5.41.2μήτε νόσου οὔσης μήτε πολέμου Λακεδαίμονι καὶ Ἄργει
这是一个属格绝对结构(μήτε νόσου οὔσης μήτε πολέμου),其中嵌入了关系与格 Λακεδαίμονι καὶ Ἄργει(对于/在拉刻代蒙与阿耳戈斯),规定了可以进行决战的前提条件。
- 5.41.3τοῖς δὲ Λακεδαιμονίοις τὸ μὲν πρῶτον ἐδόκει μωρία εἶναι ταῦτα, ἔπειτα ... ξυνεχώρησαν
一种句法断裂(Anacoluthon)现象。前句以无人称结构开始,其中拉刻代蒙人为与格(τοῖς δὲ Λακεδαιμονίοις ... ἐδόκει,“对拉刻代蒙人来说似乎……”),而后面分句则转为以拉刻代蒙人为逻辑和语法主语的人称结构,使用主动动词 ξυνεχώρησαν(“他们同意了”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
