← 修昔底德

伯罗奔尼撒战争史

§5.39.1-5.39.3

拉刻代蒙与波奥蒂亚单独结盟

记述了奥林托斯人夺取梅居贝尔纳,以及拉刻代蒙人为用帕纳克托姆交换皮洛斯而违约与波奥蒂亚人结盟并拆毁该城的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.39.1

καὶ ἐν τῷ αὐτῷ χειμῶνι τούτῳ Μηκύβερναν Ὀλύνθιοι, Ἀθηναίων φρουρούντων, ἐπιδραμόντες εἷλον.

在同一个冬天,奥林托斯人袭击并占领了由雅典人驻守的梅居贝尔纳。

§5.39.2

μετὰ δὲ ταῦτα (ἐγίγνοντο γὰρ αἰεὶ λόγοι τοῖς τε Ἀθηναίοις καὶ Λακεδαιμονίοις περὶ ὧν εἶχον ἀλλήλων) ἐλπίζοντες οἱ Λακεδαιμόνιοι, εἰ Πάνακτον Ἀθηναῖοι παρὰ Βοιωτῶν ἀπολάβοιεν, κομίσασθαι ἂν1 αὐτοὶ Πύλον, ἦλθον ἐς τοὺς Βοιωτοὺς πρεσβευόμενοι καὶ ἐδέοντο σφίσι Πάνακτόν τε καὶ τοὺς Ἀθηναίων δεσμώτας παραδοῦναι, ἵνα ἀντ’ αὐτῶν Πύλον κομίσωνται.

此后(因为雅典人与拉刻代蒙人之间经常就彼此占领的对方领土进行谈判),拉刻代蒙人希望,如果雅典人能从波奥蒂亚人手里收回帕纳克托姆,他们自己就能够收回皮洛斯。于是,他们向波奥蒂亚人派遣使节,请求将帕纳克托姆和雅典战俘移交给他们,以便他们可以用这些来换回皮洛斯。

§5.39.3

οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν ἀποδώσειν, ἢν μὴ σφίσι ξυμμαχίαν ἰδίαν ποιήσωνται ὥσπερ Ἀθηναίοις. Λακεδαιμόνιοι δὲ εἰδότες μὲν ὅτι ἀδικήσουσιν Ἀθηναίους, εἰρημένον2 ἄνευ ἀλλήλων μήτε σπένδεσθαί τῳ μήτε πολεμεῖν, βουλόμενοι δὲ τὸ Πάνακτον παραλαβεῖν ὡς τὴν Πύλον ἀντ’ αὐτοῦ κομιούμενοι, καὶ ἅμα τῶν ξυγχέαι σπευδόντων τὰς σπονδὰς προθυμουμένων3 τὰ ἐς Βοιωτούς, ἐποιήσαντο τὴν ξυμμαχίαν τοῦ χειμῶνος τελευτῶντος ἤδη καὶ πρὸς ἔαρ· καὶ τὸ Πάνακτον εὐθὺς καθῃρεῖτο.4 καὶ ἑνδέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.

但波奥蒂亚人声称,除非拉刻代蒙人像与雅典人那样,与他们结成单独的同盟,否则他们绝不交出。拉刻代蒙人虽然知道,如果这样做就会对雅典人背信弃义(因为曾有协议规定,未经彼此同意,不得与任何人媾和或开战),但他们急于收回帕纳克托姆,以便用其换回皮洛斯,且与此同时,那些极力想破坏和约的人正极力促成与波奥蒂亚人的同盟,因此,在冬天即将结束、春天即将来临之际,拉刻代蒙人结成了这一同盟。帕纳克托姆随之立即被拆毁。战争的第十一年至此结束。

语法注4 条
  1. 5.39.2ἐλπίζοντες... κομίσασθαι ἂν

    不定式 κομίσασθαι 伴有小词 ἂν,作为直陈式过去时或祈愿式(潜在用法)的间接引语变体,表示对未来的可能性,译为“希望他们自己能够收回”。

  2. 5.39.3εἰρημένον

    无人称动词的单数中性分词所构成的对格绝对结构,在此处具有让步意味:“虽然曾有协议规定”。

  3. 5.39.3τῶν ξυγχέαι σπευδόντων τὰς σπονδὰς προθυμουμένων

    属格绝对结构。名词化分词短语 τῶν ... σπευδόντων(急于破坏条约的人)作为分词 προθυμουμένων(热心于)的逻辑主语。

  4. 5.39.3καθῃρεῖτο

    动词 καθαιρέω(拆毁)的直陈式未完成过去时被动语态。未完成过去时在此处表示动作的开始或持续进行:“立即开始被拆毁”或“正在被拆毁”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.39.1-5.39.3