← 修昔底德

伯罗奔尼撒战争史

§5.26.1-5.26.6

第二序言与战争持续二十七年的论证

修昔底德论证了整场伯罗奔尼撒战争共持续了二十七年,并指出中间的休战期应被视为战争的一部分。同时,他提到自己亲历了这场战争,并因流亡得以从双方的角度客观地记录这段历史。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.26.1

γέγραφε δὲ καὶ ταῦτα ὁ αὐτὸς Θουκυδίδης Ἀθηναῖος ἑξῆς, ὡς ἕκαστα ἐγένετο, κατὰ θέρη καὶ χειμῶνας, μέχρι οὗ τήν τε ἀρχὴν κατέπαυσαν τῶν Ἀθηναίων Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι, καὶ τὰ μακρὰ τείχη καὶ τὸν Πειραιᾶ κατέλαβον. ἔτη δὲ ἐς τοῦτο τὰ ξύμπαντα ἐγένετο τῷ πολέμῳ ἑπτὰ καὶ εἴκοσι.

同样是这位雅典人修昔底德,按事件发生的先后顺序,分夏冬两季,顺次记述了这些事情,直到拉刻代蒙人及其盟友终结了雅典人的统治,并占领了长墙和比雷埃夫斯港。这场战争的总时间共计二十七年。

§5.26.2

καὶ τὴν διὰ μέσου ξύμβασιν εἴ τις μὴ ἀξιώσει πόλεμον νομίζειν, οὐκ ὀρθῶς δικαιώσει. τοῖς [τε] γὰρ ἔργοις ὡς διῄρηται ἀθρείτω, καὶ εὑρήσει οὐκ εἰκὸς ὂν1 εἰρήνην αὐτὴν κριθῆναι, ἐν ᾗ οὔτε ἀπέδοσαν πάντα οὔτ’ ἀπεδέξαντο ἃ ξυνέθεντο, ἔξω τε τούτων πρὸς τὸν Μαντινικὸν καὶ Ἐπιδαύριον πόλεμον καὶ ἐς ἄλλα ἀμφοτέροις ἁμαρτήματα ἐγένοντο καὶ οἱ ἐπὶ Θρᾴκης ξύμμαχοι οὐδὲν ἧσσον πολέμιοι ἦσαν Βοιωτοί τε ἐκεχειρίαν δεχήμερον ἦγον.

如果有人认为不应当把中间的协议期间视为战争,那他的判断是不正确的。因为他只要根据事实的划分来观察,就会发现不应当把这段时期判定为和平,在此期间,他们既没有归还全部、也没有接收全部他们曾协定归还的事物;此外,双方还在针对曼提尼亚和埃皮达鲁斯的战争中以及其他事情上发生了冲突,而且色雷斯地方的盟友也同样具有敌意,波奥蒂亚人则仅维持着十天一续的停战协定。

§5.26.3

ὥστε ξὺν τῷ πρώτῳ πολέμῳ τῷ δεκέτει καὶ τῇ μετ’ αὐτὸν ὑπόπτῳ ἀνοκωχῇ καὶ τῷ ὕστερον ἐξ αὐτῆς πολέμῳ εὑρήσει τις τοσαῦτα ἔτη, λογιζόμενος κατὰ τοὺς χρόνους, καὶ ἡμέρας οὐ πολλὰς παρενεγκούσας,2 καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ἐχυρῶς ξυμβάν.3

因此,若将最初的十年战争、其后充满猜疑的休战,以及后来由此引发的战争合在一起,按时间计算,就会发现恰好是这么多年,其间仅相差没多少天。对于那些坚信神托的人来说,唯独这一个预言确实可靠地应验了。

§5.26.4

αἰεὶ γὰρ ἔγωγε μέμνημαι, καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε, προφερόμενον ὑπὸ πολλῶν ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι αὐτόν.

因为我清楚地记得,从战争开始直到结束,许多人一直在传播这样一个预言,即战争必定会持续三九二十七年。

§5.26.5

ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβές τι εἴσομαι· καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν ἐς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ4 παρ’ ἀμφοτέροις τοῖς πράγμασι, καὶ οὐχ ἧσσον τοῖς Πελοποννησίων διὰ τὴν φυγήν, καθ’ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι.

我度过了这整场战争,当时正处于能够理解事物的年龄,并且我集中精力,以便能够获得准确的认识。在阿姆菲波利斯担任将军之后,我被从自己的祖国驱逐了二十年。由于这次流亡,我得以接触到双方的事务,尤其是伯罗奔尼撒人的事务,因而能够更加从容地去了解它们。

§5.26.6

τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα ὡς ἐπολεμήθη ἐξηγήσομαι.

因此,我将叙述这十年战争之后的争端、和约的破坏,以及此后战争是如何进行的。

语法注4 条
  1. 5.26.2οὐκ εἰκὸς ὂν

    这是非人称句 οὐκ εἰκός ἐστι(是不合理的)的中性单数宾格分词形式,作为动词 εὑρήσει(他将发现)的宾语补足语(间接引语分词结构)。不定式短语 εἰρήνην αὐτὴν κριθῆναι(它自身被判定为和平)充当其逻辑主语。

  2. 5.26.3παρενεγκούσας

    动词 παραφέρω(偏离、相差)的第二不定过去时主动分词阴性宾格复数形式,修饰 ἡμέρας οὐ πολλὰς。整句意为“仅相差没几天”,表示二十七年的计算中仅有微小的日期偏差,此结构可视为表示程度的宾格或绝对宾格。

  3. 5.26.3ξυμβάν

    动词 συμβαίνω 的不定过去时主动分词中性单数形式,与 τοῦτο(这,指二十七年的预言)一致。它在由 εὑρήσει τις(人们将发现)引导的间接引语中充当宾语补足语分词,构成“将发现唯独这一预言确实应验了”的结构与格短语 τοῖς ἰσχυρισαμένοις 表示关系与格(“对于那些断言……的人来说”)。

  4. 5.26.5γενομένῳ

    动词 γίγνομαι 的不定过去时分词阳性单数与格形式,与非人称结构 ξυνέβη μοι(对我来说发生了……)中的与格代名词 μοι 一致。该分词短语与 διὰ τὴν φυγήν(由于流亡)共同解释了后文不定式 αἰσθέσθαι(去理解)的前提背景,即“因为得以置身于……,所以能够更好地理解”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.26.1-5.26.6