← 修昔底德

伯罗奔尼撒战争史

§4.69.1-4.69.4

尼萨亚被围与向雅典投降

雅典将领放弃武力攻占麦加拉,转而修筑围墙包围尼萨亚。尼萨亚守军因粮食匮乏而被迫向雅典妥协投降,雅典军随后接管了尼萨亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.69.1

γνόντες δὲ οἱ τῶν Ἀθηναίων στρατηγοὶ ὅτι ἐναντίωμά τι ἐγένετο καὶ τὴν πόλιν βίᾳ οὐχ οἷοί τε ἔσονται λαβεῖν, τὴν Νίσαιαν εὐθὺς περιετείχιζον, νομίζοντες, εἰ πρὶν ἐπιβοηθῆσαί τινας ἐξέλοιεν, θᾶσσον ἂν καὶ τὰ Μέγαρα προσχωρῆσαι1 (παρεγένετο δὲ σίδηρός τε ἐκ τῶν Ἀθηνῶν ταχὺ καὶ λιθουργοὶ καὶ τἆλλα ἐπιτήδεια)· ἀρξάμενοι δ’ ἀπὸ τοῦ τείχους ὃ εἶχον καὶ διοικοδομήσαντες τὸ πρὸς Μεγαρέας, ἀπ’ ἐκείνου ἑκατέρωθεν ἐς θάλασσαν τῆς Νισαίας τάφρον τε καὶ τείχη διελομένη ἡ στρατιά, ἔκ τε τοῦ προαστείου λίθοις καὶ πλίνθοις χρώμενοι,2 καὶ κόπτοντες τὰ δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ πῃ δέοιτό τι· καὶ αἱ οἰκίαι τοῦ προαστείου ἐπάλξεις λαμβάνουσαι αὐταὶ ὑπῆρχον ἔρυμα.

雅典的将领们得知发生了变故,且无法用武力攻占该城,便立即开始在尼萨亚周围修筑围墙。他们认为,如果能在救援到来之前攻陷此地,麦加拉也会更迅速地投降(其间铁器、石匠及其他必需物资很快从雅典运抵)。他们从自己控制的城墙开始,并在面向麦加拉人的一侧筑起隔墙,随后军队分工合作,从该处向尼萨亚两旁延伸,挖筑战壕并修筑围墙,直达海边。他们利用郊区建筑的石头和砖块,并砍伐树木和木材,在需要的地方打下木桩进行封锁;郊区的房屋在装上城垛后,其本身也成了防御屏障。

§4.69.3

καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην εἰργάζοντο· τῇ δὲ ὑστεραίᾳ περὶ δείλην τὸ τεῖχος ὅσον οὐκ ἀπετετέλεστο,3 καὶ οἱ ἐν τῇ Νισαίᾳ δείσαντες, σίτου τε ἀπορίᾳ (ἐφ’ ἡμέραν γὰρ ἐκ τῆς ἄνω πόλεως ἐχρῶντο) καὶ τοὺς Πελοποννησίους οὐ νομίζοντες ταχὺ ἐπιβοηθήσειν, τούς τε Μεγαρέας πολεμίους ἡγούμενοι, ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι4 ὅπλα παραδόντας, τοῖς δὲ Λακεδαιμονίοις, τῷ τε ἄρχοντι καὶ εἴ τις ἄλλος ἐνῆν, χρῆσθαι Ἀθηναίους ὅτι ἂν βούλωνται.

这整整一天他们都在劳作;到次日傍晚时分,围墙已基本完工。而尼萨亚城内的人因粮食匮乏(因为他们每天都从上方的麦加拉城获取粮食),且认为伯罗奔尼撒人不会迅速来援,又将麦加拉人视为敌人,因而感到恐惧,遂与雅典人达成协议:交出武器,每人以规定数额的赎金获得释放;而对于拉刻代蒙人(包括指挥官及其他在城内的人),则任凭雅典人随意处置。

§4.69.4

ἐπὶ τούτοις ὁμολογήσαντες ἐξῆλθον, καὶ οἱ Ἀθηναῖοι τὰ μακρὰ τείχη ἀπορρήξαντες ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως καὶ τὴν Νίσαιαν παραλαβόντες τἆλλα παρεσκευάζοντο.

达成上述协定后,他们便撤离了城池,而雅典人将长墙从麦加拉城截断拆毁,接管了尼萨亚,并开始进行其他准备。

语法注4 条
  1. 4.69.1θᾶσσον ἂν καὶ τὰ Μέγαρα προσχωρῆσαι

    这是由 νομίζοντες 引导的带对格的不定式结构(间接引语)。不定式 προσχωρῆσαι 连用 ἄν 表示直接引语中的潜在希求法(θᾶσσον ἂν καὶ τὰ Μέγαρα προσχωρήσειαν,“麦加拉也将会更快地投降”)。这里的 καί 具有强调作用,意为“麦加拉也”。

  2. 4.69.2διελομένη ἡ στρατιά ... χρώμενοι

    主语 ἡ στρατιά 是单数集合名词,与其一致的分词 διελομένη 也是单数阴性,但随后的分词 χρώμενοι(以及 κόπτοντες)则使用了复数阳性。这是典型的心意一致(constructio ad sensum),即着眼于构成军队的士兵们(复数)。

  3. 4.69.3τὸ τεῖχος ὅσον οὐκ ἀπετετέλεστο

    短语 ὅσον οὐκ 是一个副词性惯用表达,意为“几乎”或“差不多”。直译为“未完工的部分微乎其微”,表示围墙的修筑已基本完成。

  4. 4.69.3ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι

    ῥητοῦ ἀργυρίου 是表示代价的属格,意为“以规定数额的钱”。不定式 ἀπολυθῆναι 依存并解释了 ξυνέβησαν 的协议内容,表示“每人被释放”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.69.1-4.69.4