← 修昔底德

伯罗奔尼撒战争史

§4.35.1-4.35.4

退守堡垒与雅典人的正面强攻

斯巴达人撤退到岛屿尽头的堡垒,雅典人由于地形险要无法包围他们,只能从正面发起进攻,双方在饥渴和酷热中继续坚守战斗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35.1

τέλος δὲ τραυματιζομένων ἤδη πολλῶν διὰ τὸ αἰεὶ ἐν τῷ αὐτῷ ἀναστρέφεσθαι, ξυγκλῄσαντες ἐχώρησαν ἐς τὸ ἔσχατον ἔρυμα τῆς νήσου, ὃ οὐ πολὺ ἀπεῖχε, καὶ τοὺς ἑαυτῶν φύλακας.1

最后,由于许多人一直局限在同一地方活动而纷纷负伤,他们便紧缩队形,撤退到了岛屿尽头的堡垒,那里距离并不远,也是他们自己的守备队驻扎的地方。

§4.35.2

ὡς δὲ ἐνέδοσαν, ἐνταῦθα ἤδη πολλῷ ἔτι πλέονι βοῇ τεθαρσηκότες οἱ ψιλοὶ ἐπέκειντο, καὶ τῶν Λακεδαιμονίων ὅσοι μὲν ὑποχωροῦντες ἐγκατελαμβάνοντο, ἀπέθνῃσκον, οἱ δὲ πολλοὶ διαφυγόντες ἐς τὸ ἔρυμα μετὰ τῶν ταύτῃ φυλάκων ἐτάξαντο παρὰ πᾶν ὡς ἀμυνούμενοι ᾗπερ ἦν ἐπίμαχον.

当他们后退时,轻装兵此时由于更加高昂的呐喊声而士气大振,紧紧尾随追击;拉刻代蒙人中凡是在撤退时被追上的,均被杀死,而大多数人则逃入堡垒,与那里的守备队一起,沿着所有易受攻击的地方排开阵势,准备进行防御。

§4.35.3

καὶ οἱ Ἀθηναῖοι ἐπισπόμενοι περίοδον μὲν αὐτῶν καὶ κύκλωσιν χωρίου ἰσχύι2 οὐκ εἶχον, προσιόντες δὲ ἐξ ἐναντίας ὤσασθαι ἐπειρῶντο.

雅典人虽然紧追其后,但由于地形险固,无法对他们进行迂回和包围,只能从正面逼近,试图将他们击退。

§4.35.4

καὶ χρόνον μὲν πολὺν καὶ τῆς ἡμέρας τὸ πλεῖστον ταλαιπωρούμενοι ἀμφότεροι ὑπό τε τῆς μάχης καὶ δίψης καὶ ἡλίου ἀντεῖχον, πειρώμενοι οἱ μὲν ἐξελάσασθαι ἐκ τοῦ μετεώρου, οἱ δὲ μὴ ἐνδοῦναι· ῥᾷον δ’ οἱ Λακεδαιμόνιοι ἠμύνοντο ἢ ἐν τῷ πρίν, οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια.3

在很长一段时间里,甚至在一天的大部分时间里,双方虽然饱受战斗、口渴和烈日的折磨,但仍然坚持着,一方企图将对手赶出高地,另一方则力图不后退。然而,拉刻代蒙人比以前更容易进行防守,因为已经没有可能从侧翼对他们进行包围了。

语法注3 条
  1. 4.35.1καὶ τοὺς ἑαυτῶν φύλακας

    介词 ἐς 同时支配 τοὺς ἑαυτῶν φύλακας。此处介词连接了表示地点的名词(ἔρυμα)和表示人的名词(φύλακας),当 ἐς 用于人时,表示“到……那里/之中”。

  2. 4.35.3χωρίου ἰσχύι

    表示原因与格。说明雅典人“无法”对敌军进行迂回包围的原因在于地形(χωρίον)的险固(ἰσχύς)。

  3. 4.35.4οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια

    独立属格结构(οὐκ οὔσης ... τῆς κυκλώσεως)。属格代词 σφῶν 在此处用作宾格性属格(“对他们的包围”),因此整句理解为“因为他们没有在侧翼(ἐς τὰ πλάγια)遭到包围”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.35.1-4.35.4