← 修昔底德

伯罗奔尼撒战争史

§4.26.1-4.26.9

庇罗斯围困的僵持与拉刻代蒙人的补给

随着雅典人在庇罗斯对斯法克特里亚岛上拉刻代蒙人的围困长期化,雅典军因物资匮乏和场地狭窄而备受折磨,而拉刻代蒙人则利用黑劳士及潜水员等各种危险手段,突破封锁向岛上运送粮食。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26.1

ἐν δὲ τῇ Πύλῳ ἔτι ἐπολιόρκουν τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους οἱ Ἀθηναῖοι, καὶ τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον τῶν Πελοποννησίων κατὰ χώραν ἔμενεν.

与此同时,在庇罗斯,雅典人仍在围困岛上的拉刻代蒙人,而陆地上的伯罗奔尼撒人军队则原地未动。

§4.26.2

ἐπίπονος δ’ ἦν τοῖς Ἀθηναίοις ἡ φυλακὴ σίτου τε ἀπορίᾳ καὶ ὕδατος· οὐ γὰρ ἦν κρήνη ὅτι μὴ1 μία ἐν αὐτῇ τῇ ἀκροπόλει τῆς Πύλου καὶ αὕτη οὐ μεγάλη, ἀλλὰ διαμώμενοι τὸν κάχληκα οἱ πλεῖστοι ἐπὶ τῇ θαλάσσῃ ἔπινον οἷον εἰκὸς ὕδωρ.

由于缺乏粮食和水,对雅典人而言,看守工作十分艰苦。因为除了庇罗斯卫城本身内部的一眼小泉之外,别无其他泉水,因此大多数人只得在海滩上挖掘砾石,饮用不出所料的那种水。

§4.26.3

στενοχωρία τε ἐν ὀλίγῳ στρατοπεδευομένοις ἐγίγνετο, καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο κατὰ μέρος, αἱ δὲ μετέωροι ὥρμουν.

他们在狭窄的地方扎营,空间十分拥挤,而且由于船只没有锚地,有些船只轮流在陆地上进餐,其余的则停泊在海面上。

§4.26.4

ἀθυμίαν τε πλείστην ὁ χρόνος παρεῖχε παρὰ λόγον ἐπιγιγνόμενος,2 οὓς ᾤοντο ἡμερῶν ὀλίγων ἐκπολιορκήσειν ἐν νήσῳ τε ἐρήμῃ καὶ ὕδατι ἁλμυρῷ χρωμένους.

此外,时间的拖延超出了预期,给他们带来了极大的沮丧,因为他们原以为在几天之内就能将那些在一座荒岛上且只能饮用咸水的人围困至降。

§4.26.5

αἴτιον δὲ ἦν οἱ Λακεδαιμόνιοι προειπόντες3 ἐς τὴν νῆσον ἐσάγειν σῖτόν τε τὸν βουλόμενον ἀληλεμένον καὶ οἶνον καὶ τυρὸν καὶ εἴ τι ἄλλο βρῶμα, οἷ’ ἂν ἐς πολιορκίαν ξυμφέρῃ, τάξαντες ἀργυρίου πολλοῦ καὶ τῶν Εἱλώτων τῷ ἐσαγαγόντι ἐλευθερίαν ὑπισχνούμενοι.

其原因在于拉刻代蒙人曾预先宣布:任何愿意的人都可以向岛上运送磨碎的面粉、葡萄酒、奶酪以及任何其他有助于围城战的食物,并规定了高额的金钱赏赐,还许诺给任何运入物资的黑劳士以自由。

§4.26.6

καὶ ἐσῆγον ἄλλοι τε παρακινδυνεύοντες καὶ μάλιστα οἱ Εἵλωτες, ἀπαίροντες ἀπὸ τῆς Πελοποννήσου ὁπόθεν τύχοιεν καὶ καταπλέοντες ἔτι νυκτὸς ἐς τὰ πρὸς τὸ πέλαγος τῆς νήσου.

于是,其他冒险的人,尤其是黑劳士,纷纷将物资运入。他们从伯罗奔尼撒半岛任何可以出发的地方起航,并在仍是黑夜时在岛屿面向外海的一侧登陆。

§4.26.7

μάλιστα δὲ ἐτήρουν ἀνέμῳ καταφέρεσθαι· ῥᾷον γὰρ τὴν φυλακὴν τῶν τριήρων ἐλάνθανον, ὁπότε πνεῦμα ἐκ πόντου εἴη· ἄπορον γὰρ ἐγίγνετο περιορμεῖν, τοῖς δὲ ἀφειδὴς ὁ κατάπλους καθειστήκει· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων,4 καὶ οἱ ὁπλῖται περὶ τὰς κατάρσεις τῆς νήσου ἐφύλασσον. ὅσοι δὲ γαλήνῃ κινδυνεύσειαν, ἡλίσκοντο.

他们特别伺机借着风力靠岸,因为每当风从海上吹来时,他们就更容易避开三列桨战船的防线;因为那时(对雅典人而言)在岛屿周围巡航已不可能,而对运粮者而言,不顾危险的登陆方式已经确立。他们不惜让那些已经估价并获得金钱保证的船只搁浅,而重装步兵则在岛上的登陆点附近警戒。然而,凡是在无风时冒险的人,一律被捕。

§4.26.8

ἐσένεον δὲ καὶ κατὰ τὸν λιμένα κολυμβηταὶ ὕφυδροι, καλῳδίῳ ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον· ὧν τὸ πρῶτον λανθανόντων5 φυλακαὶ ὕστερον ἐγένοντο.

还有潜水员在水下潜行,从港口游入,用细绳牵引着装在皮袋里的拌有蜂蜜的罂粟籽和捣碎的亚麻籽;虽然他们起初没有被发现,但后来雅典人设立了岗哨。

§4.26.9

παντί τε τρόπῳ ἑκάτεροι ἐτεχνῶντο οἱ μὲν ἐσπέμπειν τὰ σιτία, οἱ δὲ μὴ λανθάνειν σφᾶς.

于是,双方都想方设法,一方竭力送入粮食,另一方则竭力不让对方瞒过自己。

语法注5 条
  1. 4.26.2ὅτι μὴ

    由关系代词 ὅτι 与否定词 μή 组成的习语,意为“除……之外”(等同于 εἰ μή),用以表示限制或排除。

  2. 4.26.4ὁ χρόνος παρεῖχε παρὰ λόγον ἐπιγιγνόμενος

    现在分词 ἐπιγιγνόμενος 与主语 ὁ χρόνος 一致,此“名词+分词”的结构作为动词 παρεῖχε 的主语,表示“时间超出预期(παρὰ λόγον)地拖延下去这一事实带来了……”。这是分词用以表达动作本身的用法。

  3. 4.26.5αἴτιον δὲ ἦν οἱ Λακεδαιμόνιοι προειπόντες

    此处并未使用预期的 αἴτιον δὲ ἦν ὅτι...(“其原因在于……”)结构,而是直接将主格名词 οἱ Λακεδαιμόνιοι 与分词短语(προειπόντες, ὑπισχνούμενοι)置于解释性主语的位置,这是修昔底德特有的破格句法(nominativus pendens)。应理解为“其原因在于拉刻代蒙人曾预先宣布……”。

  4. 4.26.7τετιμημένα χρημάτων

    χρημάτων 是价值属格。与完了被动分词 τετιμημένα 连用,意为“以金钱估价的”,指那些损失后可获得金钱补偿保证的船只,因此运粮者可以毫无顾忌地让它们搁浅。

  5. 4.26.8ὧν τὸ πρῶτον λανθανόντων

    这是一个使用了关系代词 ὧν(指代潜水员)的属格独立结构(ὧν λανθανόντων)。意为“尽管他们起初没有被发现”,这与后文主句的“后来设立了岗哨”(φυλακαὶ ὕστερον ἐγένοντο)形成对比。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.26.1-4.26.9