← 修昔底德

伯罗奔尼撒战争史

§4.24.1-4.24.5

叙拉古在麦塞涅筹备海战

西西里的叙拉古人及其盟友趁雅典主力部队围攻斯法克特里亚岛之机,在麦塞涅集结舰队准备海战,企图夺取雷吉翁并控制海峡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24.1

ἐν τούτῳ δὲ οἱ ἐν τῇ Σικελίᾳ Συρακόσιοι καὶ οἱ ξύμμαχοι πρὸς ταῖς ἐν Μεσσήνῃ φρουρούσαις ναυσὶ τὸ ἄλλο ναυτικὸν ὃ παρεσκευάζοντο προσκομίσαντες τὸν πόλεμον ἐποιοῦντο ἐκ τῆς Μεσσήνης (καὶ μάλιστα ἐνῆγον οἱ Λοκροὶ τῶν Ῥηγίνων κατὰ ἔχθραν, καὶ αὐτοὶ δὲ ἐσεβεβλήκεσαν πανδημεὶ ἐς τὴν γῆν αὐτῶν), καὶ ναυμαχίας ἀποπειρᾶσθαι ἐβούλοντο, ὁρῶντες τοῖς Ἀθηναίοις τὰς μὲν παρούσας ὀλίγας ναῦς, ταῖς δὲ πλέοσι καὶ μελλούσαις ἥξειν1 πυνθανόμενοι τὴν νῆσον πολιορκεῖσθαι.

与此同时,西西里的叙拉古人及其盟友,将他们一直在筹备的其余舰队调来,与在麦塞涅防守的船只会合,并以麦塞涅为基地展开了战争(这主要是洛克里人出于对雷吉翁人的敌意而极力促成的,洛克里人自己也曾动员全部兵力入侵雷吉翁人的领土)。他们希望尝试进行一次海战,因为他们看到雅典人目前在场的船只很少,而得知该岛正被雅典舰队的大多数以及即将到来的船只所包围。

§4.24.4

εἰ γὰρ κρατήσειαν τῷ ναυτικῷ, τὸ Ῥήγιον ἤλπιζον πεζῇ τε καὶ ναυσὶν ἐφορμοῦντες ῥᾳδίως χειρώσεσθαι, καὶ ἤδη σφῶν ἰσχυρὰ τὰ πράγματα γίγνεσθαι· ξύνεγγυς γὰρ κειμένου τοῦ τε Ῥηγίου ἀκρωτηρίου τῆς Ἰταλίας τῆς τε Μεσσήνης τῆς Σικελίας, τοῖς Ἀθηναίοις [τε] οὐκ ἂν εἶναι2 ἐφορμεῖν καὶ τοῦ πορθμοῦ κρατεῖν.

因为他们希望,如果能在海战中取胜,他们就可以通过海陆两面的封锁,轻易地制服雷吉翁,从而使自己的形势立即变得强大;因为意大利的雷吉翁岬角与西西里的麦塞涅相距极近,雅典人将不可能在此封锁并控制该海峡。

§4.24.5

ἔστι δὲ ὁ πορθμὸς ἡ μεταξὺ Ῥηγίου θάλασσα καὶ Μεσσήνης, ᾗπερ βραχύτατον Σικελία τῆς ἠπείρου ἀπέχει· καὶ ἔστιν ἡ Χάρυβδις κληθεῖσα τοῦτο, ᾗ Ὀδυσσεὺς λέγεται διαπλεῦσαι. διὰ στενότητα δὲ καὶ ἐκ μεγάλων πελαγῶν, τοῦ τε Τυρσηνικοῦ καὶ τοῦ Σικελικοῦ, ἐσπίπτουσα ἡ θάλασσα ἐς αὐτὸ καὶ ῥοώδης οὖσα εἰκότως χαλεπὴ ἐνομίσθη.

这一海峡就是雷吉翁与麦塞涅之间的海域,是西西里与大陆距离最近的地方;这也就是所谓的卡律布狄斯,据说奥德修斯曾乘船通过此处。由于海峡狭窄,且有来自第勒尼安海和西西里海这两片广阔海域的海水注入其中,激流澎湃,因此它自古以来就被公认为险地。

语法注2 条
  1. 4.24.3ταῖς δὲ πλέοσι καὶ μελλούσαις ἥξειν

    与被动语态不定式 πολιορκεῖσθαι 连用的施事者与格(dative of agent),用以代替介词 ὑπό 加属格的结构。意为“被(雅典舰队的)大多数以及即将到来的船只(所包围)”。

  2. 4.24.4τοῖς Ἀθηναίοις [τε] οὐκ ἂν εἶναι

    不定式 εἶναι 在此作无人称用法,意为“可能”(相当于 ἔξεστιν)。与 ἄν 连用时,它在依附于 ἤλπιζον 的间接引语中表示直接引语的潜在语气(οὐκ ἂν εἴη “将是不可能的”)。τοῖς Ἀθηναίοις 是其逻辑上的主语(与格)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.24.1-4.24.5