- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.11.1-4.11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
受德摩斯梯尼演说鼓舞的雅典军在海岸线排开阵势,拉刻代蒙军则从陆海两面发起进攻。在登陆受阻的情况下,布拉西达斯表现突出,极力鼓舞盟军和士兵不惜撞毁船只也要强行登陆。
τοσαῦτα τοῦ Δημοσθένους παρακελευσαμένου οἱ Ἀθηναῖοι ἐθάρσησάν τε μᾶλλον καὶ ἐπικαταβάντες ἐτάξαντο παρ’ αὐτὴν τὴν θάλασσαν.
德摩斯梯尼作了这番勉励后,雅典人更加增添了勇气,他们走下海滩,就在紧邻海边的地方排开阵势。
οἱ δὲ Λακεδαιμόνιοι ἄραντες τῷ τε κατὰ γῆν στρατῷ προσέβαλλον τῷ τειχίσματι καὶ ταῖς ναυσὶν ἅμα οὔσαις τεσσαράκοντα καὶ τρισί, ναύαρχος δὲ αὐτῶν ἐπέπλει Θρασυμηλίδας ὁ Κρατησικλέους Σπαρτιάτης. προσέβαλλε δὲ ᾗπερ ὁ Δημοσθένης προσεδέχετο.
而拉刻代蒙人则动员军队,同时以陆军和四十三艘船只向那座堡垒发起进攻;他们的海军指挥官、克拉特西克勒斯之子、斯巴达人色拉叙梅利达斯乘船指挥。而他进攻的地方,正是在德摩斯梯尼所预料之处。
καὶ οἱ μὲν Ἀθηναῖοι ἀμφοτέρωθεν ἔκ τε γῆς καὶ ἐκ θαλάσσης ἠμύνοντο· οἱ δὲ κατ’ ὀλίγας ναῦς διελόμενοι, διότι οὐκ ἦν πλέοσι προσσχεῖν, καὶ ἀναπαύοντες ἐν τῷ μέρει τοὺς ἐπίπλους ἐποιοῦντο, προθυμίᾳ τε πάσῃ χρώμενοι καὶ παρακελευσμῷ, εἴ πως ὠσάμενοι ἕλοιεν τὸ τείχισμα.
雅典人则在陆地和海洋两面防守;而敌人因无法让更多的船只同时靠岸,便分成每组少数几艘船,轮流休息并进行袭击,他们尽了最大的努力,互相勉励,试图以强攻夺取堡垒。
πάντων δὲ φανερώτατος Βρασίδας ἐγένετο. τριηραρχῶν γὰρ καὶ ὁρῶν τοῦ χωρίου χαλεποῦ ὄντος τοὺς τριηράρχους καὶ κυβερνήτας, εἴ που καὶ δοκοίη δυνατὸν εἶναι σχεῖν, ἀποκνοῦντας καὶ φυλασσομένους τῶν νεῶν μὴ ξυντρίψωσιν,1 ἐβόα λέγων ὡς οὐκ εἰκὸς εἴη ξύλων φειδομένους τοὺς πολεμίους ἐν τῇ χώρᾳ περιιδεῖν τεῖχος πεποιημένους,2 ἀλλὰ τάς τε σφετέρας ναῦς βιαζομένους τὴν ἀπόβασιν καταγνύναι ἐκέλευε, καὶ τοὺς ξυμμάχους μὴ ἀποκνῆσαι ἀντὶ μεγάλων εὐεργεσιῶν τὰς ναῦς τοῖς Λακεδαιμονίοις ἐν τῷ παρόντι ἐπιδοῦναι, ὀκείλαντας δὲ καὶ παντὶ τρόπῳ ἀποβάντας τῶν τε ἀνδρῶν καὶ τοῦ χωρίου κρατῆσαι.
其中最显眼的莫过于布拉西达斯。他作为三列桨战船的指挥官,看到由于地形险恶,其他战船指挥官和舵手即使在似乎可以靠岸的地方也畏缩不前,小心翼翼地护着船只以免撞碎,便大声呼喊道,为了吝惜木材而任由敌人在自己的国土上建立起壁垒是极不合理的;相反,他命令他们应当强行登陆,甚至不惜撞毁自己的船只,并要求盟友们不要畏缩,在当前的危急时刻,为了报答曾经获得的巨大恩惠,应该把船只献给拉刻代蒙人,将其搁浅并以一切方式登陆,以制服敌兵并夺取该地。
- 4.11.4φυλασσομένους τῶν νεῶν μὴ ξυντρίψωσιν
动词 φυλάσσομαι(戒备、保护)后面同时接了表示关切对象的属格 τῶν νεῶν(关于船只)和表示预防内容的 μή 从句(以免撞碎船只)的双重结构。
- 4.11.4ξύλων φειδομένους τοὺς πολεμίους ἐν τῇ χώρᾳ περιιδεῖν τεῖχος πεποιημένους
在由无人称句 οὐκ εἰκὸς εἴη(不合理)引导的带“对格+不定式”结构中,不定式 περιιδεῖν(容忍、姑息)的逻辑主语(拉刻代蒙人自己)未直接写出,但与其一致的阳性复数对格分词 φειδομένους(爱惜,支配属格 ξύλων“木材、船只”)被置于对格。而 τοὺς πολεμίους(敌人)则是 περιιδεῖν 的直接宾语,与之呼应的是完成时分词 πεποιημένους(已经建立起)。
