← 修昔底德

伯罗奔尼撒战争史

§4.103.1-4.103.5

布拉西达斯夜袭并夺取斯特里蒙河桥梁

布拉西达斯夜间从阿尔奈出发,在背叛雅典的阿吉鲁斯人的接应下进入其城市,并在黎明前奇袭并突破了安菲波利斯斯特里蒙河上的桥梁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.103.1

ἐπὶ ταύτην οὖν ὁ Βρασίδας ἄρας ἐξ Ἀρνῶν τῆς Χαλκιδικῆς ἐπορεύετο τῷ στρατῷ. καὶ ἀφικόμενος περὶ δείλην ἐπὶ τὸν Αὐλῶνα καὶ Βορμίσκον, ᾗ ἡ Βόλβη λίμνη ἐξίησιν ἐς θάλασσαν, καὶ δειπνοποιησάμενος ἐχώρει τὴν νύκτα.

于是,布拉西达斯率军从哈尔基季基的阿尔奈出发,向该城进军。他在傍晚时分抵达奥隆和博尔米斯库斯(即玻尔比湖流入大海之处),在吃过晚饭后,于夜间继续行军。

§4.103.2

χειμὼν δὲ ἦν καὶ ὑπένειφεν· ᾗ καὶ μᾶλλον ὥρμησε,1 βουλόμενος λαθεῖν τοὺς ἐν τῇ Ἀμφιπόλει πλὴν τῶν προδιδόντων.

当时正是冬季,天空中下着小雪;因此他更加急于前进,希望除了那些内应之外,不被安菲波利斯城内的人发现。

§4.103.3

ἦσαν γὰρ Ἀργιλίων τε ἐν αὐτῇ οἰκήτορες (εἰσὶ δὲ οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι) καὶ ἄλλοι οἳ ξυνέπρασσον ταῦτα, οἱ μὲν Περδίκκᾳ πειθόμενοι, οἱ δὲ Χαλκιδεῦσιν.

因为城内有阿吉鲁斯的居民(阿吉鲁斯人是安德罗斯人的殖民者),以及其他协助这一计划的人,他们有的是受斐迪卡斯唆使,有的是受哈尔基季斯人唆使。

§4.103.4

μάλιστα δὲ οἱ Ἀργίλιοι, ἐγγύς τε προσοικοῦντες καὶ αἰεί ποτε τοῖς Ἀθηναίοις ὄντες ὕποπτοι καὶ ἐπιβουλεύοντες τῷ χωρίῳ, ἐπειδὴ παρέτυχεν ὁ καιρὸς καὶ Βρασίδας ἦλθεν, ἔπραξάν τε ἐκ πλέονος πρὸς τοὺς ἐμπολιτεύοντας σφῶν ἐκεῖ ὅπως ἐνδοθήσεται ἡ πόλις, καὶ τότε δεξάμενοι αὐτὸν τῇ πόλει2 καὶ ἀποστάντες τῶν Ἀθηναίων ἐκείνῃ τῇ νυκτὶ κατέστησαν τὸν στρατὸν πρὸ ἕω ἐπὶ τὴν γέφυραν τοῦ ποταμοῦ.

尤其是阿吉鲁斯人,他们居住在附近,一直受到雅典人的怀疑,并对该地图谋不轨。当机会来临、布拉西达斯到达时,他们早已与居住在安菲波利斯城内的同胞暗中交涉如何献城。当时,他们将布拉西达斯接纳进自己的城市,并背叛了雅典人,在那个夜晚、黎明之前,将他的军队引到了河上的桥头。

§4.103.5

ἀπέχει δὲ τὸ πόλισμα πλέον τῆς διαβάσεως,3 καὶ οὐ καθεῖτο τείχη ὥσπερ νῦν, φυλακὴ δέ τις βραχεῖα καθειστήκει· ἣν βιασάμενος ῥᾳδίως ὁ Βρασίδας, ἅμα μὲν τῆς προδοσίας οὔσης, ἅμα δὲ καὶ χειμῶνος ὄντος καὶ ἀπροσδοκήτοις προσπεσών, διέβη τὴν γέφυραν, καὶ τὰ ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων4 κατὰ πᾶν τὸ χωρίον εὐθὺς εἶχεν.

城市距离渡口较远,当时城墙还没有像现在这样一直延伸到桥边,只设有一个小型的守备队。由于内应的协助,加上寒冷天气和出其不意的袭击,布拉西达斯轻易突破了守备,渡过了桥梁,并立即占领了在城外各处居住的安菲波利斯人的所有财产。

语法注4 条
  1. 4.103.2ᾗ καὶ μᾶλλον ὥρμησε

    关系副词 ᾗ 在此作因果连接,意为“因此”或“正因如此”,指代前文提到的下雪天气。

  2. 4.103.4δεξάμενοι αὐτὸν τῇ πόλει

    τῇ πόλει 指的是阿吉鲁斯人自己的城市(阿吉鲁斯),而非安菲波利斯。他们首先将布拉西达斯迎入自己的城中,随后才引导他前往安菲波利斯的桥梁。

  3. 4.103.5ἀπέχει δὲ τὸ πόλισμα πλέον τῆς διαβάσεως

    πλέον 在此处作副词,意为“相当远”或“较远”,表明当时的城市中心(πόλισμα)与渡口(桥梁)之间存在相当长的一段距离。

  4. 4.103.5τὰ ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων

    τῶν Ἀμφιπολιτῶν οἰκούντων 是属格分词短语,修饰或依附于 τὰ ἔξω(“城外的事物/财产”),指“居住在城外的安菲波利斯人的财产”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.103.1-4.103.5