← 修昔底德

伯罗奔尼撒战争史

§3.92.1-3.92.6

斯巴达在特拉希斯建立殖民地赫拉克利亚

应受奥伊塔亚人侵害的特拉希尼亚人和多利斯人的请求,拉刻代蒙人请示德尔斐神谕,在特拉希尼亚建立殖民城市赫拉克利亚,以此作为对雅典战争的军事要地和通往色雷斯的通道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.92.1

ὑπὸ δὲ τὸν χρόνον τοῦτον Λακεδαιμόνιοι Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ ἀποικίαν καθίσταντο ἀπὸ τοιᾶσδε γνώμης.

大约在此时,拉刻代蒙人出于如下意图,在特拉希尼亚建立起了殖民城邦赫拉克利亚。

§3.92.2

Μηλιῆς οἱ ξύμπαντες εἰσὶ μὲν τρία μέρη, Παράλιοι Ἰριῆς Τραχίνιοι· τούτων δὲ οἱ Τραχίνιοι πολέμῳ ἐφθαρμένοι ὑπὸ Οἰταίων ὁμόρων ὄντων, τὸ πρῶτον μελλήσαντες Ἀθηναίοις προσθεῖναι σφᾶς αὐτούς, δείσαντες δὲ μὴ οὐ σφίσι πιστοὶ ὦσι,1 πέμπουσιν ἐς Λακεδαίμονα, ἑλόμενοι πρεσβευτὴν Τεισαμενόν.

美利斯人全体由三部分组成:帕拉里奥伊人、希里埃斯人和特拉希尼亚人。在这些人中,特拉希尼亚人因与邻近的奥伊塔亚人发生战争而遭到蹂躏,起初他们打算归顺雅典人,但又担心雅典人对他们不忠实,于是选派蒂萨梅诺斯为使节,前往拉刻代蒙。

§3.92.3

ξυνεπρεσβεύοντο δὲ αὐτοῖς καὶ Δωριῆς, ἡ μητρόπολις τῶν Λακεδαιμονίων, τῶν αὐτῶν δεόμενοι· ὑπὸ γὰρ τῶν Οἰταίων καὶ αὐτοὶ ἐφθείροντο.

作为拉刻代蒙人母邦的多利斯人也与他们一同派出了使节,提出同样的请求;因为他们自己也同样遭到奥伊塔亚人的蹂躏。

§3.92.4

ἀκούσαντες δὲ οἱ Λακεδαιμόνιοι γνώμην εἶχον τὴν ἀποικίαν ἐκπέμπειν, τοῖς τε Τραχινίοις βουλόμενοι καὶ τοῖς Δωριεῦσι τιμωρεῖν, καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου2 καλῶς αὐτοῖς ἐδόκει ἡ πόλις καθίστασθαι· ἐπί τε γὰρ τῇ Εὐβοίᾳ ναυτικὸν παρασκευασθῆναι ἄν,3 ὥστ’ ἐκ βραχέος τὴν διάβασιν γίγνεσθαι, τῆς τε ἐπὶ Θρᾴκης παρόδου χρησίμως ἕξειν.4 τό τε ξύμπαν ὥρμηντο τὸ χωρίον κτίζειν.

拉刻代蒙人听闻后,便决意派出殖民者,既希望援助特拉希尼亚人和多利斯人,同时又觉得,就对雅典人的战争而言,这座城市建立在对他们十分有利的位置上。因为在那里可以装备针对欧波亚的海军,从而使得渡海距离极短,而且对于前往色雷斯的通道也非常有用。总之,他们急于建设该地。

§3.92.5

πρῶτον μὲν οὖν ἐν Δελφοῖς τὸν θεὸν ἐπήροντο, κελεύοντος δὲ ἐξέπεμψαν τοὺς οἰκήτορας αὑτῶν τε καὶ τῶν περιοίκων, καὶ τῶν ἄλλων Ἑλλήνων τὸν βουλόμενον ἐκέλευον ἕπεσθαι πλὴν Ἰώνων καὶ Ἀχαιῶν καὶ ἔστιν ὧν5 ἄλλων ἐθνῶν. οἰκισταὶ δὲ τρεῖς Λακεδαιμονίων ἡγήσαντο, Λέων καὶ Ἀλκίδας καὶ Δαμάγων.

因此,他们首先在德尔斐询问了神明,神明下令后,他们便从自己和周边居民(庇里阿科伊)中派出了殖民者,并号召其他希腊人中愿意随行的人加入,但伊奥尼亚人、阿开亚人以及其他一些部族除外。拉刻代蒙人选派了三位殖民开拓者率领他们:莱翁、阿尔基达斯和达马贡。

§3.92.6

καταστάντες δὲ ἐτείχισαν τὴν πόλιν ἐκ καινῆς, ἣ νῦν Ἡράκλεια καλεῖται, ἀπέχουσα Θερμοπυλῶν σταδίους μάλιστα τεσσαράκοντα, τῆς δὲ θαλάσσης εἴκοσι. νεώριά τε παρεσκευάζοντο, καὶ εἶρξαν τὸ κατὰ Θερμοπύλας κατ’ αὐτὸ τὸ στενόν, ὅπως εὐφύλακτα αὐτοῖς εἴη.

安顿下来后,他们重新修筑了这座城市的城墙,现在称作赫拉克利亚,距离温泉关约四十斯塔迪亚,距离大海二十斯塔迪亚。他们还筹建了船坞,并封锁了温泉关最狭窄的通道,以便他们易于防守。

语法注5 条
  1. 3.92.2μὴ οὐ σφίσι πιστοὶ ὦσι

    在表示惧怕的分词 δείσαντες 之后,连接词 μὴ οὐ 搭配虚拟语气 ὦσι 表示否定性的担忧,即“唯恐……不”或“担心……不能”。在此处意为“担心雅典人对他们不忠实”。

  2. 3.92.4τοῦ πρὸς Ἀθηναίους πολέμου

    此属格短语作为关系或基准属格,修饰后文的不定式从句 καλῶς αὐτοῖς ἐδόκει ἡ πόλις καθίστασθαι(在他们看来,这座城市将建立在有利的位置上),限定了有利的范围,即“就对雅典人的战争而言”。

  3. 3.92.4ναυτικὸν παρασκευασθῆναι ἄν

    此结构为带质词 ἄν 的不定式,隶属于主句动词 ἐδόκει。它在间接引语中代表了直接引语中的虚拟语气加 ἄν(或直陈过去加 ἄν),表示可能或潜在性,即“可以装备海军”。

  4. 3.92.4τῆς τε ἐπὶ Θρᾴκης παρόδου χρησίμως ἕξειν

    不定式 ἕξειν 与副词 χρησίμως 连用,结构等同于形容词的 “χρησιμὸν εἶναι”(有用)。其省略的主语是前面的 ἡ πόλις(城市)。属格 τῆς παρόδου 是关系属格,意为“对于前往色雷斯的通道而言,该城也将处于有用的状态”。

  5. 3.92.5ἔστιν ὧν

    此为关系代词惯用表达 ἔστιν οἵ(意为“有一些”、“某些”)的属格形式。在此处受前置词 πλὴν(除……外)支配,意为“以及其他一些部族”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.92.1-3.92.6