- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.68.1-3.68.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
斯巴达裁判官们在重复提出相同问题后逐好处死了普拉提亚人,并彻底摧毁了普拉提亚城,将其改建为赫拉神庙的设施。由此,在普拉提亚与雅典结盟后的第九十三年,其历史宣告终结。
τοιαῦτα δὲ οἱ Θηβαῖοι εἶπον. οἱ δὲ Λακεδαιμόνιοι δικασταὶ νομίζοντες τὸ ἐπερώτημα σφίσιν1 ὀρθῶς ἕξειν, εἴ τι ἐν τῷ πολέμῳ ὑπ’ αὐτῶν ἀγαθὸν πεπόνθασι, διότι τόν τε ἄλλον χρόνον ἠξίουν δῆθεν αὐτοὺς κατὰ τὰς παλαιὰς Παυσανίου μετὰ τὸν Μῆδον σπονδὰς ἡσυχάζειν καὶ ὅτε ὕστερον ἃ πρὸ τοῦ περιτειχίζεσθαι προείχοντο αὐτοῖς, κοινοὺς εἶναι κατ’ ἐκεῖνα, ὡς οὐκ ἐδέξαντο, ἡγούμενοι τῇ ἑαυτῶν δικαίᾳ βουλήσει ἔκσπονδοι ἤδη ὑπ’ αὐτῶν κακῶς πεπονθέναι,2 αὖθις τὸ αὐτὸ ἕνα ἕκαστον παραγαγόντες καὶ ἐρωτῶντες, εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἀγαθὸν ἐν τῷ πολέμῳ δεδρακότες εἰσίν, ὁπότε μὴ φαῖεν,3 ἀπάγοντες ἀπέκτεινον καὶ ἐξαίρετον ἐποιήσαντο οὐδένα.
底比斯人发表了这样的讲话。而斯巴达的裁判官们认为,向他们提问——即在战争中他们是否从普拉提亚人那里得到过任何好处——对他们来说是合理的,因为在过去的其他时间里,他们确实一直要求普拉提亚人根据波斯战争后帕萨尼亚斯的旧条约保持中立;而且后来,当普拉提亚人拒绝接受在被围困前向他们提出的条件(即按照这些条件保持中立)时,斯巴达人认为,普拉提亚人违背了他们公正的意愿,已经处于条约之外,理应受到他们的惩罚。因此,他们再次将普拉提亚人逐一带上前,询问同样的问题,即他们在战争中是否对斯巴达人及其盟友做过任何有益的事;每当他们回答没有时,斯巴达人就将他们带走并处死,没有给任何人例外。
διέφθειραν δὲ Πλαταιῶν μὲν αὐτῶν οὐκ ἐλάσσους διακοσίων, Ἀθηναίων δὲ πέντε καὶ εἴκοσιν, οἳ ξυνεπολιορκοῦντο· γυναῖκας δὲ ἠνδραπόδισαν.
他们处死了不少于两百名普拉提亚人,以及与他们一同被围困的二十五名雅典人;并将妇女卖为奴隶。
τὴν δὲ πόλιν ἐνιαυτὸν μέν τινα [Θηβαῖοι] Μεγαρέων ἀνδράσι κατὰ στάσιν ἐκπεπτωκόσι καὶ ὅσοι τὰ σφέτερα φρονοῦντες4 Πλαταιῶν περιῆσαν ἔδοσαν ἐνοικεῖν· ὕστερον δὲ καθελόντες αὐτὴν ἐς ἔδαφος πᾶσαν ἐκ τῶν θεμελίων ᾠκοδόμησαν πρὸς τῷ Ἡραίῳ καταγώγιον διακοσίων ποδῶν πανταχῇ, κύκλῳ οἰκήματα ἔχον κάτωθεν καὶ ἄνωθεν, καὶ ὀροφαῖς καὶ θυρώμασι τοῖς τῶν Πλαταιῶν ἐχρήσαντο, καὶ τοῖς ἄλλοις ἃ ἦν ἐν τῷ τείχει ἔπιπλα, χαλκὸς καὶ σίδηρος, κλίνας κατασκευάσαντες ἀνέθεσαν τῇ Ἥρᾳ, καὶ νεὼν ἑκατόμπεδον λίθινον ᾠκοδόμησαν αὐτῇ. τὴν δὲ γῆν δημοσιώσαντες ἀπεμίσθωσαν ἐπὶ δέκα ἔτη, καὶ ἐνέμοντο Θηβαῖοι.
至于这座城市,[底比斯人]给了一些因内讧而被驱逐的墨伽拉人,以及在普拉提亚人中幸存并支持底比斯一方的人居住,时间大约一年;但后来,他们将整座城市从地基彻底拆毁到地面,并在赫拉神庙旁建造了一座长宽各两百英尺的旅馆,四周上下都设有房间,他们使用了普拉提亚人房屋的屋顶和门,并利用城墙内属于普拉提亚人的其他青铜和铁制器具,制成卧榻奉献给赫拉,还为她建造了一座一百英尺长的石造神庙。他们将土地收归公有,出租了十年,由底比斯人耕作。
σχεδὸν δέ τι καὶ τὸ ξύμπαν περὶ Πλαταιῶν οἱ Λακεδαιμόνιοι οὕτως ἀποτετραμμένοι ἐγένοντο Θηβαίων ἕνεκα, νομίζοντες ἐς τὸν πόλεμον αὐτοὺς ἄρτι τότε καθιστάμενον ὠφελίμους εἶναι.5
事实上,斯巴达人对普拉提亚采取如此敌对的态度,几乎完全是为了讨好底比斯人,因为他们认为底比斯人在当时刚刚开始的战争中对他们非常有用。
καὶ τὰ μὲν κατὰ Πλάταιαν ἔτει τρίτῳ καὶ ἐνενηκοστῷ ἐπειδὴ Ἀθηναίων ξύμμαχοι ἐγένοντο οὕτως ἐτελεύτησεν.
这样,普拉提亚的事情在他们成为雅典人的盟友后的第九十三年,以这种方式结束了。
- 3.68.1σφίσιν
间接反身代词与格,指代主句的主语(斯巴达裁判官)。
- 3.68.1ἡγούμενοι τῇ ἑαυτῶν δικαίᾳ βουλήσει ἔκσπονδοι ἤδη ὑπ’ αὐτῶν κακῶς πεπονθέναι
复杂从属结构的一部分。不定式 πεπονθέναι 的隐含主语是普拉提亚人,与主格复数形容词 ἔκσπονδοι 一致。介词短语 ὑπ’ αὐτῶν 指代斯巴达人,整句意为斯巴达人认为普拉提亚人既已处于条约之外,理应受到他们的惩罚。
- 3.68.1ὁπότε μὴ φαῖεν
时间连词 ὁπότε 连同祈愿式第三人称复数 φαῖεν 表示过去发生的重复情况(“每当他们否定时”)。
- 3.68.3τὰ σφέτερα φρονοῦντες
分词 φρονοῦντες 与中性复数物主代词 τὰ σφέτερα 结合,意为“支持他们(底比斯人)的立场”或“与他们站在同一战线”。
- 3.68.4ἐς τὸν πόλεμον αὐτοὺς ἄρτι τότε καθιστάμενον ὠφελίμους εἶναι
由 νομίζοντες 引导的带对格不定式结构。αὐτούς(底比斯人)是 εἶναι 的主语,现在中动分词 καθιστάμενον 修饰 τὸν πόλεμον,意为“当时刚刚开始的(战争)”。
