← 修昔底德

伯罗奔尼撒战争史

§3.63.1-3.63.4

底比斯指责普拉提亚助长雅典侵略

底比斯人谴责普拉提亚人与雅典人结盟,指出他们自愿参与了雅典人对希腊的侵略行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.63.1

‘καὶ τὰ μὲν ἐς τὸν μηδισμὸν τοσαῦτα ἀπολογούμεθα· ὡς δὲ ὑμεῖς μᾶλλόν τε ἠδικήκατε τοὺς Ἕλληνας καὶ ἀξιώτεροί ἐστε πάσης ζημίας, πειρασόμεθα ἀποφαίνειν.

关于投靠波斯(Medism)的辩护,我们就说这么多。但我们将竭力表明,你们对希腊人造成的伤害更大,且更应受到一切惩罚。

§3.63.2

ἐγένεσθε ἐπὶ τῇ ἡμετέρᾳ τιμωρίᾳ, ὡς φατέ, Ἀθηναίων ξύμμαχοι καὶ πολῖται. οὐκοῦν χρῆν τὰ πρὸς ἡμᾶς μόνον ὑμᾶς ἐπάγεσθαι αὐτοὺς καὶ μὴ ξυνεπιέναι μετ’ αὐτῶν ἄλλοις, ὑπάρχον1 γε ὑμῖν, εἴ τι καὶ ἄκοντες προσήγεσθε ὑπ’ Ἀθηναίων, τῆς τῶν Λακεδαιμονίων τῶνδε ἤδη ἐπὶ τῷ Μήδῳ ξυμμαχίας γεγενημένης,2 ἣν αὐτοὶ μάλιστα προβάλλεσθε· ἱκανή γε ἦν ἡμᾶς τε ὑμῶν ἀποτρέπειν, καί, τὸ μέγιστον, ἀδεῶς παρέχειν βουλεύεσθαι. ἀλλ’ ἑκόντες καὶ οὐ βιαζόμενοι ἔτι εἵλεσθε μᾶλλον τὰ Ἀθηναίων.

正如你们所说,为了对付我们,你们成为了雅典人的同盟和公民。那么,你们本应该只在针对我们的事情上引入他们,而不应随同他们去侵犯他人,特别是当你们拥有这一选择时——即使你们在某种程度上违背意愿而被雅典人拉拢——因为这些拉刻代蒙人针对波斯人的同盟当时已经建立,这正是你们自己最常拿来当挡箭牌的。这一同盟足以使我们不敢侵犯你们,而且最重要的是,能让你们毫无畏惧地进行商议。然而,你们是出于自愿,而非受到强迫,甚至更倾向于选择站在雅典人一边。

§3.63.3

καὶ λέγετε ὡς αἰσχρὸν ἦν προδοῦναι τοὺς εὐεργέτας· πολὺ δέ γε αἴσχιον καὶ ἀδικώτερον τοὺς πάντας Ἕλληνας καταπροδοῦναι, οἷς ξυνωμόσατε, ἢ Ἀθηναίους μόνους, τοὺς μὲν καταδουλουμένους τὴν Ἑλλάδα, τοὺς δὲ ἐλευθεροῦντας.

你们还说,背叛恩人是可耻的。但是,背叛你们曾与之宣誓立约的全希腊人,比起仅背叛雅典人来,要可耻且不义得多,因为后者正企图奴役希腊,而前者则在解放它。

§3.63.4

καὶ οὐκ ἴσην αὐτοῖς τὴν χάριν ἀνταπέδοτε οὐδὲ αἰσχύνης ἀπηλλαγμένην· ὑμεῖς μὲν γὰρ ἀδικούμενοι αὐτούς, ὡς φατέ, ἐπηγάγεσθε, τοῖς δὲ ἀδικοῦσιν ἄλλους ξυνεργοὶ κατέστητε. καίτοι τὰς ὁμοίας χάριτας μὴ ἀντιδιδόναι αἰσχρὸν μᾶλλον ἢ3 τὰς μετὰ δικαιοσύνης μὲν ὀφειληθείσας, ἐς ἀδικίαν δὲ ἀποδιδομένας.

你们回报他们的恩情既不对等,也无法免于耻辱;因为正如你们所说,你们是在受到侵害时引入他们的,却成了他们侵害他人的帮凶。然而,不给予同等的回报,并不比将基于正义所欠的恩情用于行不义之事回报更为可耻。

语法注3 条
  1. 3.63.2ὑπάρχον

    非人称动词 ὑπάρχει 的现在分词中性单数,用作对格绝对结构(accusative absolute),表示“在你们本有(此选择)的情况下”这一让步或前提语气。

  2. 3.63.2τῆς τῶν Λακεδαιμονίων τῶνδε ἤδη ἐπὶ τῷ Μήδῳ ξυμμαχίας γεγενημένης

    属格绝对结构(genitive absolute),解释原因或背景情况:“因为这些拉刻代蒙人针对波斯人的同盟当时已经建立”。

  3. 3.63.4μὴ ἀντιδιδόναι αἰσχρὸν μᾶλλον ἢ ...

    否定词 μὴ 修饰不定式 ἀντιδιδόναι,构成主语从句“不予以回报”。与比较级 αἰσχρὸν μᾶλλον ἢ 结合,形成“不予以同等的回报,并不比[为了行不义而予以回报]更为可耻”的比较结构,暗示后者要可耻得多。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.63.1-3.63.4