← 修昔底德

伯罗奔尼撒战争史

§3.58.1-3.58.5

诉诸斯巴达先烈之墓与对耻辱的警告

普拉提亚使者强调了他们对希腊的贡献,以及每年对葬于普拉提亚的斯巴达先烈的祭奠,并警告说,若将他们处决并将土地割让给底比斯人,将会亵渎这些墓地并给斯巴达带来耻辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.58.1

‘καίτοι ἀξιοῦμέν γε καὶ θεῶν ἕνεκα τῶν ξυμμαχικῶν ποτὲ γενομένων καὶ τῆς ἀρετῆς τῆς ἐς τοὺς Ἕλληνας καμφθῆναι ὑμᾶς καὶ μεταγνῶναι εἴ τι ὑπὸ Θηβαίων ἐπείσθητε, τήν τε δωρεὰν ἀνταπαιτῆσαι αὐτοὺς1 μὴ κτείνειν οὓς μὴ ὑμῖν πρέπει, σώφρονά τε ἀντὶ αἰσχρᾶς κομίσασθαι χάριν, καὶ μὴ ἡδονὴν δόντας ἄλλοις κακίαν αὐτοὺς ἀντιλαβεῖν·

“然而,我们至少请求你们,看在昔日曾是盟友的诸神份上,也看在我们对希腊人的功绩份上,能够软化心肠;如果你们在任何事情上被底比斯人说服了,就请改变主意,并向他们反过来要求这一回报:不要杀害不该由你们杀害的人;从而获得明智的声誉,而非耻辱的恶名,不要因取悦他人而使自己蒙受恶行之名。

§3.58.2

βραχὺ γὰρ τὸ τὰ ἡμέτερα σώματα διαφθεῖραι, ἐπίπονον δὲ τὴν δύσκλειαν αὐτοῦ2 ἀφανίσαι. οὐκ ἐχθροὺς γὰρ ἡμᾶς εἰκότως τιμωρήσεσθε, ἀλλ’ εὔνους, κατ’ ἀνάγκην πολεμήσαντας.

因为毁灭我们的肉体是轻而易举的事,但要消除由此带来的恶名却极其困难。因为你们惩罚我们,绝非理所当然地惩罚敌人,而是惩罚出于无奈而战的友人。

§3.58.3

ὥστε καὶ τῶν σωμάτων ἄδειαν ποιοῦντες ὅσια ἂν δικάζοιτε καὶ προνοοῦντες ὅτι ἑκόντας τε ἐλάβετε καὶ χεῖρας προϊσχομένους (ὁ δὲ νόμος τοῖς Ἕλλησι μὴ κτείνειν τούτους), ἔτι δὲ καὶ εὐεργέτας γεγενημένους διὰ παντός.

因此,若能保障我们的生命安全,你们将做出神圣的判决,特别是如果你们考虑到,你们是在我们自愿投降且伸手恳求时接纳了我们(而希腊人的法律规定不得杀害这样的人),更何况我们始终是你们的恩人。

§3.58.4

ἀποβλέψατε γὰρ ἐς πατέρων τῶν ὑμετέρων θήκας, οὓς ἀποθανόντας ὑπὸ Μήδων καὶ ταφέντας ἐν τῇ ἡμετέρᾳ ἐτιμῶμεν κατὰ ἔτος ἕκαστον δημοσίᾳ ἐσθήμασί τε καὶ τοῖς ἄλλοις νομίμοις, ὅσα τε ἡ γῆ ἡμῶν ἀνεδίδου ὡραῖα, πάντων ἀπαρχὰς ἐπιφέροντες, εὖνοι μὲν ἐκ φιλίας χώρας, ξύμμαχοι δὲ ὁμαίχμοις ποτὲ γενομένοις. ὧν3 ὑμεῖς τοὐναντίον ἂν δράσαιτε μὴ ὀρθῶς γνόντες.

且请瞻仰你们父辈的陵墓,他们死于波斯人之手,葬在我们的土地上,我们每年都用衣服和其他习俗祭品,并奉献我们土地所产一切初熟之物的贡品,公开地祭奠他们,作为来自友好之邦的友人,以及昔日并肩作战的盟友。如果你们做出错误的判决,你们将会做出与此完全相反的事。

§3.58.5

σκέψασθέ τε· Παυσανίας μὲν γὰρ ἔθαπτεν αὐτοὺς νομίζων ἐν γῇ τε φιλίᾳ τιθέναι καὶ παρ᾽ ἀνδράσι τοιούτοις· ὑμεῖς δὲ εἰ κτενεῖτε ἡμᾶς καὶ χώραν τὴν Πλαταιίδα Θηβαΐδα ποιήσετε, τί ἄλλο ἢ ἐν πολεμίᾳ τε καὶ παρὰ τοῖς αὐθένταις4 πατέρας τοὺς ὑμετέρους καὶ ξυγγενεῖς ἀτίμους γερῶν ὧν νῦν ἴσχουσι καταλείψετε; πρὸς δὲ καὶ γῆν ἐν ᾗ ἠλευθερώθησαν οἱ Ἕλληνες δουλώσετε, ἱερά τε θεῶν οἷς εὐξάμενοι Μήδων ἐκράτησαν ἐρημοῦτε καὶ θυσίας τὰς πατρίους τῶν ἑσσαμένων καὶ κτισάντων ἀφαιρήσεσθε.

你们再想想:帕萨尼亚斯埋葬他们时,以为是把他们安葬在友好的土地上,安葬在这样的人们身边;但如果你们杀害我们,将普拉提亚的土地变成底比斯的领土,那你们除了将自己的父辈和亲属遗弃在敌对的土地上,遗弃在杀害他们的凶手身边,让他们失去如今享有的祭祀名誉之外,还能是什么呢?此外,你们还将奴役希腊人获得解放的土地,使他们击败波斯人时所祈求的诸神之神殿荒废,并剥夺那些建殿者的祖传祭祀。”

语法注4 条
  1. 3.58.1τὴν δωρεὰν ἀνταπαιτῆσαι αὐτοὺς

    不定式 ἀνταπαιτῆσαι 意为“作为回报而要求”。αὐτούς 是指向底比斯人的宾格。τὴν δωρεάν(礼物/恩惠)指底比斯人向斯巴达人要求的“处决普拉提亚人”;该句意为向他们反过来要求不杀害不该杀害之人(μὴ κτείνειν)作为回报。

  2. 3.58.2αὐτοῦ

    属格 αὐτοῦ 是中性单数,指代前句的不定式短语 τὸ τὰ ἡμέτερα σώματα διαφθεῖραι(毁灭我们的肉体,即处决),指的是由此行为产生的恶名。

  3. 3.58.4ὧν

    关系代词 ὧν 的先行词是前句提到的对战死者的所有祭奠和敬意。结合 μὴ ὀρθῶς γνόντες(“如果你们做出错误的判决”),意为“你们将会做出与这些相反的事”。

  4. 3.58.5παρὰ τοῖς αὐθένταις

    单词 αὐθέντης 意为“凶手”或“加害者”。这里指在希波战争中投靠波斯人(波斯党)的底比斯人,他们因此成为杀害斯巴达人的帮凶。此词强调了将斯巴达祖先遗留在他们身边的耻辱。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.58.1-3.58.5