- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.98.1-2.98.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
西塔尔克斯整顿军队,沿着他此前开辟的荒山道路向马其顿进军。沿途有许多自治的色雷斯人为了掠夺而加入,使得其总兵力达到了十五万人。
Σιτάλκης μὲν οὖν χώρας τοσαύτης βασιλεύων παρεσκευάζετο τὸν στρατόν. καὶ ἐπειδὴ αὐτῷ ἑτοῖμα ἦν,1 ἄρας ἐπορεύετο ἐπὶ τὴν Μακεδονίαν πρῶτον μὲν διὰ τῆς αὑτοῦ ἀρχῆς, ἔπειτα διὰ Κερκίνης ἐρήμου ὄρους, ὅ ἐστι μεθόριον Σιντῶν καὶ Παιόνων· ἐπορεύετο δὲ δι’ αὐτοῦ τῇ ὁδῷ ἣν πρότερον αὐτὸς ἐποιήσατο τεμὼν τὴν ὕλην, ὅτε ἐπὶ Παίονας ἐστράτευσεν.
因此,西塔尔克斯统治着如此辽阔的疆土,便开始准备他的军队。当他的准备工作就绪时,他便拔营向马其顿进军,首先穿过他自己的领土,接着穿过克尔基涅荒山(该山是辛提人与派奥尼亚人的交界处)。他沿着自己以前出征派奥尼亚人时,通过伐木开辟的那条道路穿过该山。
τὸ δὲ ὄρος ἐξ Ὀδρυσῶν διιόντες ἐν δεξιᾷ μὲν εἶχον Παίονας, ἐν ἀριστερᾷ δὲ Σιντοὺς καὶ Μαιδούς. διελθόντες δὲ αὐτὸ ἀφίκοντο ἐς Δόβηρον τὴν Παιονικήν.
他们从奥德里西亚人领地越过该山时,右侧是派奥尼亚人,左侧是辛提人和迈多斯人。穿过该山后,他们抵达了派奥尼亚的多贝鲁斯。
πορευομένῳ δὲ αὐτῷ2 ἀπεγίγνετο μὲν οὐδὲν τοῦ στρατοῦ εἰ μή τι νόσῳ, προσεγίγνετο δέ· πολλοὶ γὰρ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν, ὥστε τὸ πᾶν πλῆθος λέγεται οὐκ ἔλασσον πέντε καὶ δέκα μυριάδων γενέσθαι·
在进军过程中,除了因疾病之外,他的军队没有减少,反而增加了;因为许多自治的色雷斯人为了掠夺,在未受征召的情况下也跟着他,以至于据说整个群体的人数不少于十五万。
καὶ τούτου τὸ μὲν πλέον πεζὸν ἦν, τριτημόριον δὲ μάλιστα ἱππικόν. τοῦ δ’ ἱππικοῦ τὸ πλεῖστον αὐτοὶ Ὀδρύσαι παρείχοντο καὶ μετ’ αὐτοὺς Γέται. τοῦ δὲ πεζοῦ3 οἱ μαχαιροφόροι μαχιμώτατοι μὲν ἦσαν οἱ ἐκ τῆς Ῥοδόπης αὐτόνομοι καταβάντες, ὁ δὲ ἄλλος ὅμιλος ξύμμεικτος πλήθει φοβερώτατος ἠκολούθει.
在这些人中,大部分是步兵,大约三分之一是骑兵。在骑兵中,奥德里西亚人自己提供了最多,其次是盖塔人。在步兵中,从罗多彼山脉下来的自治的、持短剑的色雷斯人最骁勇善战,而其余混杂的人群因数量庞大而显得极为可怕,紧随其后。
- 2.98.1ἑτοῖμα ἦν
中性复数主格形容词 ἑτοῖμα 作主语,并伴随单数动词 ἦν,以无人称的方式表示“准备就绪”。这体现了希腊语中“中性复数主语使用单数动词”的经典语法规则。
- 2.98.3πορευομένῳ δὲ αὐτῷ
关系或利益与格(“在他进军时”)。它与动词 ἀπεγίγνετο(“失去”)及部分属格 τοῦ στρατοῦ(“军队的”)协同作用,意为“在他进军的过程中,他的军队中没有任何部分流失”。
- 2.98.4τοῦ δὲ πεζοῦ
部分属格,指代步兵(τὸ πεζόν,在此为属格单数 τοῦ πεζοῦ),意为“在步兵中,持短剑者……”。
