← 修昔底德

伯罗奔尼撒战争史

§2.73.1-2.73.3

普拉提亚遣使雅典与坚守同盟的承诺

普拉提亚使者达成临时休战以向雅典人咨询,雅典人敦促他们坚守同盟并承诺给予援助。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73.1

οἱ δ’ ἀκούσαντες ἐσῆλθον αὖθις ἐς τὴν πόλιν, καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν ὅτι βούλονται ἃ προκαλεῖται Ἀθηναίοις κοινῶσαι πρῶτον, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν1 ταῦτα· μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν. ὁ δὲ ἡμέρας τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι,2 καὶ τὴν γῆν οὐκ ἔτεμνεν.

他们听了这话,再次进城,与民众商议后答复说,他们希望先将他的提议告知雅典人,如果能说服他们,就会照此办理;同时,他们请求他在那之前与他们休战,不要蹂躏他们的土地。于是,阿基达马斯同意休战若干天,即他们可能往返所需的时间,并且没有蹂躏他们的土地。

§2.73.2

ἐλθόντες δὲ οἱ [Πλαταιῆς ] πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετ’ αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε·

普拉提亚的使者们前往雅典人那里,与他们商议后返回,向城里的人报告了以下内容:

§2.73.3

‘οὔτ’ ἐν τῷ πρὸ τοῦ χρόνῳ, ὦ ἄνδρες Πλαταιῆς, ἀφ’ οὗ ξύμμαχοι ἐγενόμεθα, Ἀθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι3 ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν. ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν νεωτερίζειν περὶ τὴν ξυμμαχίαν.’

“普拉提亚人啊,雅典人说,自从我们成为盟友以来,在过去的任何时候,当你们遭受不义时,他们都没有抛弃过你们,现在也不会坐视不管,而是会尽力协助。他们凭着父辈们所立的誓言,极力叮嘱你们,不要对同盟关系做任何改变。”

语法注3 条
  1. 2.73.1ποιεῖν

    属于间接引语中的现在时不定式,依附于表示陈述的动词 ἔλεξαν,作为条件从句 ἢν πείθωσιν 的主句,表示直接引语中的未来意图(“我们将照此办理”)。

  2. 2.73.1κομισθῆναι

    动词 κομίζω(携带、运送)的无定过去时被动不定式,在此处作不及物或中动意,表示“(使者们)返回”。它依附于无人称句 εἰκὸς ἦν(“……是自然/可能的”)。

  3. 2.73.3προέσθαι

    动词 προΐημι(抛弃、背叛)的第二不定过去时中动不定式,以对格的 ὑμᾶς(你们)为其直接宾语,并由现在时被动分词 ἀδικουμένους(遭受不义的)修饰。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.73.1-2.73.3