← 修昔底德

伯罗奔尼撒战争史

§2.6.1-2.6.4

雅典的回应与向普拉提亚派遣守军

普拉提亚归还尸体并向雅典派遣使者,而雅典人在不知俘虏已被杀的情况下逮捕了阿提卡的玻俄提亚人,并派使者要求保护战俘;得知其死讯后,雅典派兵进驻普拉提亚,并撤离了非战斗人员。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.1

τοῦτο δὲ ποιήσαντες ἔς τε τὰς Ἀθήνας ἄγγελον ἔπεμπον καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Θηβαίοις, τά τε ἐν τῇ πόλει καθίσταντο πρὸς τὰ παρόντα ᾗ ἐδόκει αὐτοῖς.

做完这些事后,他们向雅典派去了使者,并在休战协定下将尸体归还给底比斯人,同时根据目前的局势,按照他们认为合适的方式整顿了城内的事务。

§2.6.2

τοῖς δ’ Ἀθηναίοις ἠγγέλθη εὐθὺς τὰ περὶ τῶν Πλαταιῶν γεγενημένα, καὶ Βοιωτῶν1 τε παραχρῆμα ξυνέλαβον ὅσοι ἦσαν ἐν τῇ Ἀττικῇ καὶ ἐς τὴν Πλάταιαν ἔπεμψαν κήρυκα, κελεύοντες εἰπεῖν μηδὲν νεώτερον ποιεῖν περὶ τῶν ἀνδρῶν οὓς ἔχουσι Θηβαίων, πρὶν ἄν τι καὶ αὐτοὶ βουλεύσωσι περὶ αὐτῶν· οὐ γὰρ ἠγγέλθη αὐτοῖς ὅτι τεθνηκότες εἶεν.2 ἅμα γὰρ τῇ ἐσόδῳ γιγνομένῃ τῶν Θηβαίων ὁ πρῶτος ἄγγελος ἐξῄει, ὁ δὲ δεύτερος ἄρτι νενικημένων τε καὶ ξυνειλημμένων·3 καὶ τῶν ὕστερον οὐδὲν ᾔδεσαν. οὕτω δὴ οὐκ εἰδότες οἱ Ἀθηναῖοι ἐπέστελλον· ὁ δὲ κῆρυξ ἀφικόμενος ηὗρε τοὺς ἄνδρας διεφθαρμένους.4

与此同时,关于普拉提亚所发生事件的消息立即传到了雅典人那里,他们随即逮捕了所有在阿提卡的玻俄提亚人,并向普拉提亚派出了一名传令官,命令他转告普拉提亚人,在他们自己对那些被捕的底比斯人做出决定之前,不要对他们采取任何新的过激行动;因为雅典人尚未得知他们已经被杀的消息。因为在底比斯人刚进入时,第一位使者就出发了,而第二位使者则在他们刚刚被击败并被俘时出发;对于之后发生的事情,雅典人一无所知。因此,雅典人是在不知情的情况下送出这些指示的;然而,当传令官抵达时,却发现那些人已经被杀害了。

§2.6.4

καὶ μετὰ ταῦτα οἱ Ἀθηναῖοι στρατεύσαντες ἐς Πλάταιαν σῖτόν τε ἐσήγαγον καὶ φρουροὺς ἐγκατέλιπον, τῶν τε ἀνθρώπων τοὺς ἀχρειοτάτους ξὺν γυναιξὶ καὶ παισὶν ἐξεκόμισαν.

此后,雅典人出兵普拉提亚,运入了粮食,留下了守备队,并将那些在战斗中最无用的人连同妇女和儿童一起撤离了出去。

语法注4 条
  1. 2.6.2Βοιωτῶν

    受后续关系从句 ὅσοι ἦσαν ἐν τῇ Ἀττικῇ 限制的部分属格,意为“在阿提卡的玻俄提亚人中所有在场的人”。

  2. 2.6.3τεθνηκότες εἶεν

    间接陈述(ὅτι 从句)中的斜格祈愿式。由于主句动词(ἠγγέλθη)为过去时,陈述语气完成时 τεθνήκασι 变为了祈愿式。

  3. 2.6.3ἄρτι νενικημένων τε καὶ ξυνειλημμένων

    属格绝对(分词 νενικημένων 和 ξυνειλημμένων)。其逻辑主语“底比斯人(αὐτῶν)”在上下文语境中非常明确,因而被省略。

  4. 2.6.3τοὺς ἄνδρας διεφθαρμένους

    感官动词 ηὗρε (εὑρίσκω) 的宾语及其补足语(完成时被动分词),表示发现这些人处于已被杀害的状态。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.6.1-2.6.4