- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.19.1-2.19.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
伯罗奔尼撒人放弃围攻奥伊诺埃,在普拉塔亚事件约八十天后在阿基达莫斯率领下入侵阿提卡,蹂躏了埃莱夫西斯以及最大德谟阿哈尔奈等地。
ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν, οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο, οὕτω δὴ ὁρμήσαντες ἀπ’ αὐτῆς μετὰ τὰ ἐν Πλαταίᾳ [τῶν ἐσελθόντων Θηβαίων] γενόμενα ἡμέρᾳ ὀγδοηκοστῇ μάλιστα, θέρους καὶ τοῦ σίτου ἀκμάζοντος,1 ἐσέβαλον ἐς τὴν Ἀττικήν· ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς.
然而,当他们对奥伊诺埃发起进攻并尝试了各种方法却仍无法攻克,且雅典人没有派出任何使者时,他们便在普拉塔亚发生[进入城内的底比斯人]事件后的大约第八十天,于夏季谷物成熟之时,从那里出发,侵入了阿提卡。统率他们的是泽乌克西达摩斯之子、拉刻代蒙人的国王阿基达莫斯。
καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον καὶ τροπήν τινα τῶν Ἀθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντο· ἔπειτα προυχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπιᾶς, ἕως ἀφίκοντο ἐς Ἀχαρνάς, χωρίον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων, καὶ καθεζόμενοι ἐς αὐτὸ2 στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον.
他们安营扎寨,首先蹂躏了埃莱夫西斯和特里亚平原,并在被称为雷托伊的地方击退了部分雅典骑兵。随后,他们将艾加莱奥斯山置于右侧,穿过克罗皮亚前行,直到抵达阿哈尔奈,这是阿提卡被称为“德谟”(区)中最大的一处地方;他们在此安营,建立了营地,并停留了很长时间进行蹂躏。
- 2.19.1θέρους καὶ τοῦ σίτου ἀκμάζοντος
此处 θέρους(时间属格,“在夏季”)与 τοῦ σίτου ἀκμάζοντος(独立属格,“在谷物成熟之时”)通过 καί 并列,用两种不同的属格结构共同指示入侵的具体时间。
- 2.19.2καθεζόμενοι ἐς αὐτὸ
静止动词分词 καθεζόμενοι(安营)与表示运动方向的介词短语 ἐς αὐτό(往那里面)相结合。这是一种“介词孕意用法”(pregnancy of preposition),隐含了“移动到该地并在此安营”的双重动作。
