← 修昔底德

伯罗奔尼撒战争史

§2.12.1-2.12.5

使节梅莱西波斯遭遣返与联军入侵阿提卡

阿基达摩斯向雅典派遣使者梅莱西波斯,但雅典人拒绝交涉并立即将其遣返。由此,伯罗奔尼撒联军开始入侵阿提卡,波奥提亚人则袭击蹂躏了普拉提亚的土地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.1

τοσαῦτα εἰπὼν καὶ διαλύσας τὸν ξύλλογον ὁ Ἀρχίδαμος Μελήσιππον πρῶτον ἀποστέλλει ἐς τὰς Ἀθήνας τὸν Διακρίτου ἄνδρα Σπαρτιάτην, εἴ τι ἄρα μᾶλλον ἐνδοῖεν1 οἱ Ἀθηναῖοι ὁρῶντες σφᾶς ἤδη ἐν ὁδῷ ὄντας.

阿基达摩斯说完这些话并解散了集会,首先派迪亚克里托斯之子、斯巴达人梅莱西波斯前往雅典,想看看雅典人看到他们已经上路,是否会多少有些让步。

§2.12.2

οἱ δὲ οὐ προσεδέξαντο αὐτὸν ἐς τὴν πόλιν οὐδ’ ἐπὶ τὸ κοινόν· ἦν γὰρ Περικλέους γνώμη πρότερον νενικηκυῖα κήρυκα καὶ πρεσβείαν μὴ προσδέχεσθαι Λακεδαιμονίων ἐξεστρατευμένων· ἀποπέμπουσιν οὖν αὐτὸν πρὶν ἀκοῦσαι καὶ ἐκέλευον ἐκτὸς ὅρων εἶναι αὐθημερόν, τό τε λοιπὸν ἀναχωρήσαντας2 ἐπὶ τὰ σφέτερα αὐτῶν, ἤν τι βούλωνται, πρεσβεύεσθαι. ξυμπέμπουσί τε τῷ Μελησίππῳ ἀγωγούς, ὅπως μηδενὶ ξυγγένηται.

但雅典人既没有接纳他进城,也没有允许他进入公民大会;因为此前伯里克利的提议已被通过,即一旦拉刻代蒙人出征,便不接待他们的传令官或使节。因此,他们甚至在听他说话之前就将他遣返,命令他当天必须出境,并规定今后他们只有在退回自己的领土之后,如果有何意愿,才可以派遣使节。他们还给梅莱西波斯派了护送人员,使他不得与任何人接触。

§2.12.3

ὁ δ’ ἐπειδὴ ἐπὶ τοῖς ὁρίοις ἐγένετο καὶ ἔμελλε διαλύσεσθαι, τοσόνδε εἰπὼν ἐπορεύετο ὅτι ‘ἥδε ἡ ἡμέρα τοῖς Ἕλλησι μεγάλων κακῶν ἄρξει.’

当他到达国境并即将与护送人员分手时,他一边前行一边只说了这句话:“这一天将是希腊人巨大灾难的开始。”

§2.12.4

ὡς δὲ ἀφίκετο ἐς τὸ στρατόπεδον καὶ ἔγνω ὁ Ἀρχίδαμος ὅτι οἱ Ἀθηναῖοι οὐδέν πω ἐνδώσουσιν, οὕτω δὴ ἄρας τῷ στρατῷ3 προυχώρει ἐς τὴν γῆν αὐτῶν.

当他回到军营,阿基达摩斯得知雅典人目前仍不肯做出任何让步,便终于率领大军拔营,向他们的土地进发。

§2.12.5

Βοιωτοὶ δὲ μέρος μὲν τὸ σφέτερον καὶ τοὺς ἱππέας παρείχοντο Πελοποννησίοις ξυστρατεύειν, τοῖς δὲ λειπομένοις ἐς Πλάταιαν ἐλθόντες τὴν γῆν ἐδῄουν.

而波奥提亚人则派出了自己的一部分军队和骑兵随伯罗奔尼撒人一同出征,并率领其余的军队前往普拉提亚,蹂躏了那里的土地。

语法注3 条
  1. 2.12.1εἴ τι ἄρα μᾶλλον ἐνδοῖεν

    连词 εἰ 与 optative 语气动词 ἐνδοῖεν(ενδίδωμι 的第三人称复数不定过去时主动述愿)的结合。紧随主句的历史现在时动词 ἀποστέλλει,起副词性条件从句的作用,表示主语的意图或尝试(“看他们是否会做出让步”)。

  2. 2.12.2ἀναχωρήσαντας

    宾格复数不定过去时主动分词。由于不定式 πρεσβεύεσθαι 的逻辑主语为宾格(他们,即拉刻代蒙人),因此该分词在性、数、格上与之保持一致。

  3. 2.12.4ἄρας τῷ στρατῷ

    分词 ἄρας(αἴρω 的单数阳性主格不定过去时主动分词)在军事语境中作不及物动词使用,意为“拔营、出发”。与格 τῷ στρατῷ 则作为伴随或工具与格(“率领军队”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.12.1-2.12.5