- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.81.1-1.81.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-25
阿基达马斯警告说,摧毁雅典的土地对拥有其他领土和海上霸权的雅典人毫无作用,并指出战争可能会长期化并贻害子孙。
τάχ’ ἄν τις θαρσοίη1 ὅτι τοῖς ὅπλοις αὐτῶν καὶ τῷ πλήθει ὑπερφέρομεν, ὥστε τὴν γῆν δῃοῦν ἐπιφοιτῶντες.
也许有人会因我们在武器和人数上优于他们而感到自信,以至于我们可以频繁入侵并蹂躏他们的土地。
τοῖς δὲ ἄλλη γῆ ἐστὶ πολλὴ ἧς ἄρχουσι, καὶ ἐκ θαλάσσης ὧν δέονται ἐπάξονται.
但是,他们统治着许多其他的土地,并且会从海上运来他们所需要的东西。
εἰ δ’ αὖ τοὺς ξυμμάχους ἀφιστάναι πειρασόμεθα, δεήσει καὶ τούτοις ναυσὶ βοηθεῖν τὸ πλέον οὖσι νησιώταις.2
另外,如果我们试图使他们的盟国反叛,我们也必须用船只去援助他们,因为他们大多是岛民。
τίς οὖν ἔσται ἡμῶν ὁ πόλεμος; εἰ μὴ γὰρ ἢ ναυσὶ κρατήσομεν ἢ τὰς προσόδους ἀφαιρήσομεν ἀφ’ ὧν τὸ ναυτικὸν τρέφουσι, βλαψόμεθα τὰ πλείω.
那么,我们的战争将会变成什么样呢?因为除非我们能用船只战胜他们,或者夺走他们用以维持海军的收入,否则我们将遭受更大的损失。
κἀν τούτῳ οὐδὲ καταλύεσθαι ἔτι καλόν, ἄλλως τε καὶ εἰ δόξομεν ἄρξαι μᾶλλον τῆς διαφορᾶς.
在那种情况下,甚至连停战都将不再是体面的事,尤其是如果我们被认为比他们更先挑起争端的话。
μὴ γὰρ δὴ ἐκείνῃ γε τῇ ἐλπίδι ἐπαιρώμεθα ὡς ταχὺ παυσθήσεται ὁ πόλεμος, ἢν τὴν γῆν αὐτῶν τέμωμεν. δέδοικα δὲ μᾶλλον μὴ καὶ τοῖς παισὶν αὐτὸν ὑπολίπωμεν·3 οὕτως εἰκὸς Ἀθηναίους φρονήματι μήτε τῇ γῇ δουλεῦσαι4 μήτε ὥσπερ ἀπείρους καταπλαγῆναι τῷ πολέμῳ.
因为决不要让我们抱有那样的希望,以为如果我们蹂躏他们的土地,战争就会迅速结束。相反,我更担心我们甚至会把这场战争留给我们的子孙。因为像雅典人这样有气魄的人,既不会屈服于土地被毁,也不会像毫无经验的人那样对战争感到惊慌,这是理所当然的。
- 1.81.1τάχ’ ἄν τις θαρσοίη
τάχα ἄν 与希求语气 θαρσοίη 结合,表示潜在(可能)语气,意为“也许有人会感到自信”。
- 1.81.3τὸ πλέον οὖσι νησιώταις
分词 οὖσι(εἰμί 的现在分词与格复数)修饰前方的与格代词 τούτοις,表示原因(“因为他们是”)。τὸ πλέον 为中性单数宾格,作副词使用,表示“大部分地”。
- 1.81.6δέδοικα ... μὴ ... ὑπολίπωμεν
表示恐惧的动词 δέδοικα 后接 μὴ 和虚拟语气 ὑπολίπωμεν,表示对某事发生的担忧(即“恐怕我们会留下”)。
- 1.81.6οὕτως εἰκὸς Ἀθηναίους ... μήτε τῇ γῇ δουλεῦσαι
无人称表达 εἰκός(εἰκός ἐστι,意为“是自然/很可能的”)引导“宾格加不定式”(A.c.I.)结构,其中 Ἀθηναίους 是主格宾格,δουλεῦσαι(以及后文的 καταπλαγῆναι)是不定式。
