← 修昔底德

伯罗奔尼撒战争史

§1.53.1-1.53.4

科林斯使者的交涉与雅典的回应

科林斯人派出一艘不带传令官手杖的轻舟去试探雅典人,指责雅典人阻挡他们惩罚敌人是破坏盟约。雅典人则回应称,他们无意开战或破坏盟约,而只是在援助盟友科克拉,并警告若科林斯人进攻科克拉,雅典必将尽力阻止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53.1

ἔδοξεν οὖν αὐτοῖς ἄνδρας ἐς κελήτιον ἐσβιβάσαντας1 ἄνευ κηρυκείου προσπέμψαι τοῖς Ἀθηναίοις καὶ πεῖραν ποιήσασθαι. πέμψαντές τε ἔλεγον τοιάδε.

因此,他们决定派几个人乘坐一艘轻舟,在不带传令官手杖的情况下前去见雅典人,以作试探。他们派出人后,说了如下的话:

§1.53.2

‘ἀδικεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, πολέμου ἄρχοντες καὶ σπονδὰς λύοντες· ἡμῖν γὰρ πολεμίους τοὺς ἡμετέρους τιμωρουμένοις2 ἐμποδὼν ἵστασθε ὅπλα ἀνταιρόμενοι. εἰ δ’ ὑμῖν γνώμη ἐστὶ κωλύειν τε ἡμᾶς ἐπὶ Κέρκυραν ἢ ἄλλοσε εἴ ποι βουλόμεθα πλεῖν καὶ τὰς σπονδὰς λύετε, ἡμᾶς τούσδε πρώτους λαβόντες χρήσασθε ὡς πολεμίοις.’

“雅典人啊,你们在挑起战争并破坏盟约,这是不义的;因为在我们惩罚自己的敌人时,你们却拿起武器阻挡我们。但如果你们意在阻止我们驶向科克拉或我们想去的任何其他地方,并且要破坏盟约,那就请先将我们这些在这里的人逮捕,视我们为敌人而处置吧。”

§1.53.3

οἱ μὲν δὴ τοιαῦτα εἶπον· τῶν δὲ Κερκυραίων τὸ μὲν στρατόπεδον ὅσον ἐπήκουσεν ἀνεβόησεν εὐθὺς λαβεῖν τε αὐτοὺς καὶ ἀποκτεῖναι, οἱ δὲ Ἀθηναῖοι τοιάδε ἀπεκρίναντο.

他们确实说了这样的话;而科克拉人的军队中凡是听到这话的人,都立刻高声喊叫,要求把他们抓起来处死。但雅典人作了如下的回答:

§1.53.4

‘οὔτε ἄρχομεν πολέμου, ὦ ἄνδρες Πελοποννήσιοι, οὔτε τὰς σπονδὰς λύομεν, Κερκυραίοις δὲ τοῖσδε ξυμμάχοις οὖσι βοηθοὶ ἤλθομεν. εἰ μὲν οὖν ἄλλοσέ ποι βούλεσθε πλεῖν, οὐ κωλύομεν· εἰ δὲ ἐπὶ Κέρκυραν πλευσεῖσθε3 ἢ ἐς τῶν ἐκείνων τι χωρίων, οὐ περιοψόμεθα κατὰ τὸ δυνατόν.’

“伯罗奔尼撒人啊,我们既没有挑起战争,也没有破坏盟约,而是作为这些身为同盟国的科克拉人的协防者而来的。因此,如果你们想驶向其他任何地方,我们并不阻止;但如果你们要驶向科克拉,或者驶向他们的任何领土,我们将尽我们所能,绝不坐视不管。”

语法注3 条
  1. 1.53.1ἐσβιβάσαντας

    尽管前面有与格 αὐτοῖς,但修饰不定式 προσπέμψαι 主语的分词却使用了宾格 ἐσβιβάσαντας。这是一种常见句式,在依赖于无人称表达 ἔδοξεν αὐτοῖς(“他们决定”)的不定式中,其逻辑主语常转为宾格(及其分词)。

  2. 1.53.2ἡμῖν ... τιμωρουμένοις

    与格 ἡμῖν 及其一致的现在分词 τιμωρουμένοις 充当 ἐμποδὼν ἵστασθε(“阻挡我们”)的支配对象。该分词表示环境或时间:“在我们惩罚[我们自己的敌人]时”。

  3. 1.53.4πλευσεῖσθε

    在带有 εἰ 的条件句中使用的将来直陈语气,表示当前的意图或迫切的意志(“如果你们打算航行”或“如果你们将要航行”),而非单纯的未来假设。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.53.1-1.53.4