← 修昔底德

伯罗奔尼撒战争史

§1.35.1-1.35.5

辩明合乎条约与海军结盟之利

科林斯使节解释说接纳他们不违反与斯巴达的条约,论证了雅典拒绝援助他们却容许敌人从雅典属地招募兵力的不公,并强调了与强大海军结盟的巨大战略利益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35.1

λύσετε δὲ οὐδὲ τὰς Λακεδαιμονίων σπονδὰς δεχόμενοι ἡμᾶς μηδετέρων ὄντας ξυμμάχους· εἴρηται γὰρ ἐν αὐταῖς, τῶν Ἑλληνίδων πόλεων ἥτις μηδαμοῦ ξυμμαχεῖ,ἐξεῖναι παρ᾽ ὁποτέρους ἂν ἀρέσκηται ἐλθεῖν.

而且,接纳并不属于任何一方同盟的我们,你们并不会违反与拉栖代梦人的条约;因为条约中已经明文规定,凡是尚未加入任何同盟的希腊城邦,均可自由加入其所心仪的任何一方。

§1.35.3

καὶ δεινὸν εἰ1 τοῖσδε μὲν ἀπό τε τῶν ἐνσπόνδων ἔσται πληροῦν τὰς ναῦς καὶ προσέτι καὶ ἐκ τῆς ἄλλης Ἑλλάδος καὶ οὐχ ἥκιστα ἀπὸ τῶν ὑμετέρων ὑπηκόων, ἡμᾶς δὲ ἀπὸ τῆς προκειμένης τε ξυμμαχίας εἴρξουσι καὶ ἀπὸ τῆς ἄλλοθέν ποθεν ὠφελίας, εἶτα ἐν ἀδικήματι θήσονται πεισθέντων ὑμῶν ἃ δεόμεθα.

如果这些人被允许不仅从条约缔结国中,而且从希腊的其他地方,甚至尤其从你们的属国中招募船员,而他们却将我们排除在当前的同盟之外,并阻碍我们从其他任何地方获得援助,进而如果在你们接受我们的请求时,将此视为对他们的侵害,那将是非常不公的。

§1.35.4

πολὺ δὲ ἐν πλέονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ὑμᾶς ἕξομεν·2 ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε, τῶνδε δὲ οὐχ ὅπως κωλυταὶ ἐχθρῶν ὄντων καὶ ἐπιόντων γενήσεσθε, ἀλλὰ καὶ ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν περιόψεσθε· ἣν οὐ δίκαιον,3 ἀλλ’ ἢ κἀκείνων κωλύειν τοὺς ἐκ τῆς ὑμετέρας μισθοφόρους ἢ καὶ ἡμῖν πέμπειν καθ’ ὅτι ἂν πεισθῆτε ὠφελίαν, μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς δεξαμένους βοηθεῖν.

如果我们未能说服你们,我们对你们将抱有大得多的怨恨;因为你们不仅排拒了身处险境且并非你们敌人的我们,而且对于作为你们敌人且正在进攻的他们,你们不仅不去阻止,反而纵容他们从你们的属地中获取兵力。这是不公正的,你们应当要么阻止他们从你们的领土招募雇佣兵,要么也向我们提供你们同意给予的任何援助,而最明智的做法是公开接纳我们并予以协助。

§1.35.5

πολλὰ δέ, ὥσπερ ἐν ἀρχῇ ὑπείπομεν, τὰ ξυμφέροντα ἀποδείκνυμεν, καὶ μέγιστον ὅτι οἵ τε αὐτοὶ πολέμιοι ἡμῖν ἦσαν, ὅπερ σαφεστάτη πίστις, καὶ οὗτοι οὐκ ἀσθενεῖς, ἀλλ’ ἱκανοὶ τοὺς μεταστάντας βλάψαι· καὶ ναυτικῆς καὶ οὐκ ἠπειρώτιδος τῆς ξυμμαχίας διδομένης οὐχ ὁμοία ἡ ἀλλοτρίωσις, ἀλλὰ μάλιστα μέν, εἰ δύνασθε, μηδένα ἄλλον ἐᾶν κεκτῆσθαι ναῦς, εἰ δὲ μή, ὅστις ἐχυρώτατος, τοῦτον φίλον ἔχειν.

正如我们在开始时所暗示的那样,我们向你们展示了许多利益,其中最大的一点就是我们有着共同的敌人——这是最可靠的保证——而且他们并非弱者,而是有能力对背离者造成重大伤害的。况且,既然我们所提供的同盟是海军而非陆军的,拒绝它的后果是大不相同的;相反,如果你们有能力,最理想的是不让其他任何人拥有船只,如果做不到这一点,就应当将那力量最强者视为朋友。

语法注3 条
  1. 1.35.3καὶ δεινὸν εἰ

    连词 εἰ 虽然基本表示“如果”的假设,但在表示情感的形容词 δεινόν(荒谬、不公)之后,它起到引入既成事实(“……是荒谬的”)的作用。

  2. 1.35.4πολὺ δὲ ἐν πλέονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ὑμᾶς ἕξομεν

    在习惯表达 ἐν αἰτίᾳ ἔχω(指责、怨恨)中,主语是 ἡμεῖς(我们),省去的宾语是 ὑμᾶς(你们)。因此该句释为“如果我们未能说服你们,我们对你们将抱有大得多的怨恨”。虽然也有人将其被动地理解为“我们将遭受更大的指责”,但根据主动式 ἔχω 的用法,前一种解释更为妥当。

  3. 1.35.4ἣν οὐ δίκαιον

    关系代词 ἣν 是阴性单数宾格,其先行词是前句中的 δύναιμιν(兵力、军事力量)。它作为不定式 κωλύειν 和 πέμπειν 的语法上的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.35.1-1.35.5