- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.122.1-1.122.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
科林斯人提出了对抗雅典的各种策略,如促使盟国起义和建立据点,并警告说若不团结一致将导致彻底的奴役。
ὑπάρχουσι δὲ καὶ ἄλλαι ὁδοὶ τοῦ πολέμου ἡμῖν, ξυμμάχων τε ἀπόστασις, μάλιστα παραίρεσις οὖσα τῶν προσόδων αἷς ἰσχύουσι, καὶ ἐπιτειχισμὸς τῇ χώρᾳ, ἄλλα τε ὅσα οὐκ ἄν τις νῦν προΐδοι. ἥκιστα γὰρ πόλεμος ἐπὶ ῥητοῖς1 χωρεῖ, αὐτὸς δὲ ἀφ’ αὑτοῦ τὰ πολλὰ τεχνᾶται πρὸς τὸ παρατυγχάνον· ἐν ᾧ ὁ μὲν εὐοργήτως αὐτῷ προσομιλήσας βεβαιότερος, ὁ δ’ ὀργισθεὶς περὶ αὐτὸν οὐκ ἐλάσσω πταίει.
我们还有其他进行战争的途径:同盟国的倒戈,这尤其是剥夺了他们赖以生存的收入,以及在他们的领土上建立军事据点,以及其他许多目前无人能预见的事情。因为战争最不遵循固定的规则,而是大多根据突发情况自行想出应对办法。在战争中,能冷静应对的人更为安全,而对战争动怒的人则会犯下不小的错误。
‘ἐνθυμώμεθα δὲ καὶ ὅτι εἰ μὲν ἡμῶν ἦσαν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων αἱ διαφοραί, οἰστὸν ἂν ἦν· νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι, ὥστε εἰ μὴ καὶ ἁθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς, δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται. καὶ τὴν ἧσσαν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, ἴστω οὐκ ἄλλο τι φέρουσαν2 ἢ ἄντικρυς δουλείαν·
“我们还应该考虑到,如果我们每个人与势均力敌的对手之间只是关于土地边界的争端,那还是可以忍受的;但现实情况是,雅典人不仅足以对付我们全体,对我们各个城市而言甚至更加强大。因此,除非我们全体团结一致,按民族、按每个城市,以统一的意志去抵抗他们,否则他们将不费吹灰之力地征服分裂的我们。而且,必须要知道,战败——即使这对某些人来说听起来很可怕——带来的别无他物,只有赤裸裸的奴役。
ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν. ἐν ᾧ ἢ δικαίως δοκοῖμεν ἂν πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι, οἳ τὴν Ἑλλάδα ἠλευθέρωσαν, ἡμεῖς δὲ οὐδ’ ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό,3 τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν, τοὺς δ’ ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν.
这件事对于伯罗奔尼撒来说,即使在口头上产生动摇也是可耻的,这么多城市受制于一个城市并遭受苦难也是可耻的。在那种情况下,我们若非被认为是在遭受应得的惩罚,就是因为懦弱而忍气吞声,并显得比我们的父辈还要差劲——他们解放了全希腊,而我们却连自己的自由都无法保障,反而容忍一个僭主城市骑在我们头上,尽管我们还认为推翻单一城市里的独裁者是理所当然的。
καὶ οὐκ ἴσμεν ὅπως τάδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλλακται, ἀξυνεσίας ἢ μαλακίας ἢ ἀμελείας. οὐ γὰρ δὴ πεφευγότες αὐτὰ ἐπὶ τὴν πλείστους δὴ βλάψασαν καταφρόνησιν κεχωρήκατε, ἣ ἐκ τοῦ πολλοὺς σφάλλειν4 τὸ ἐναντίον ὄνομα ἀφροσύνη μετωνόμασται.
我们不知道,这种行为如何能够免于三大最严重的祸害:愚蠢、懦弱或懈怠。因为你们绝不是在逃避了这些祸害之后,转而求助于那种确实伤害了最多人的对敌人的‘轻蔑’——这种轻蔑因其让许多人栽了跟头,而被重新冠以其相反的名字,即‘愚蠢’。”
- 1.122.1ἐπὶ ῥητοῖς
介词 ἐπί 与与格连用,表示条件或协议(“在规定的条件下”)。ῥητός 是动词 λέγω 的形容词形式,意为“规定的”或“约定的”。
- 1.122.2ἴστω ... φέρουσαν
ἴστω 是动词 οἶδα(知道)的单数第三人称主动命令式(“让某人知道/牢记”)。作为表示认知动词的补足成分,此处未使用不定式或 ὅτι 从句,而是使用了宾格主语 τὴν ἧσσαν 与分词 φέρουσαν 构成的宾格分词结构。
- 1.122.3βεβαιοῦμεν αὐτό
代词 αὐτό(它)在直接上下文中没有明确的名词先行词,而是指代由前文动词 ἠλευθέρωσαν(解放)所暗示的抽象概念“自由”(ἐλευθερία)。
- 1.122.4ἣ ἐκ τοῦ πολλοὺς σφάλλειν ...
关系代词 ἣ 的先行词是 καταφρόνησις(轻蔑,直译为“向下思考”)。修昔底德在此使用了双关:虽然“轻蔑”(kata-phronēsis)听起来好像含有“睿智”(phronēsis),但在实际中,因为它使许多人覆灭,所以被重新冠以相反的名字,即“愚蠢”(a-phronēsis)。
