← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§4.373-4.444

美狄亚的愤怒与诱杀阿普绪耳托斯之计

美狄亚对涉及自己命运的盟约极为愤怒并严厉责斥伊阿宋;在伊阿宋辩解此盟约实为缓兵之计后,美狄亚策划了伏击阿普绪耳托斯的毒计,利用迷人的赠礼与魔药诱其受戮。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
373

καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα

以及我们二人共同认同的法度与正义。否则,

φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,1

就请立刻用利剑斩断我的咽喉,

375

ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.

好让我为自己的狂乱领受应得的报应。

σχετλίη,2 εἴ κεν δή με κασιγνήτοιο δικάσσῃἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς

可怜的我啊,

ἄμφω συνθεσίας.3 πῶς ἵξομαι ὄμματα πατρός;

若是那位国王真的判定我属于我的兄长——你们双方正是向他托付了这些令人痛苦的盟约。我将如何面对我父亲的双眼?

ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν

难道是带着荣耀吗?对于我所犯下的可怕罪行,

380

ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,

我又怎能免于遭受怎样的复仇,

ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;

或是免于凄惨地忍受何等沉重的灾祸?而你难道能获得心满意足的归程吗?

μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,

愿你所夸耀的宙斯的王后、

ᾗ ἐπικυδιάεις. μνήσαιο δὲ καί ποτʼ ἐμεῖο,

万物的主母绝不为你促成此事!愿你日后在劳碌困顿中想起我;

στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις

愿那金羊毛如同梦幻一般,

385

οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης

化作虚无归入幽冥。

αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴσῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα

愿我的复仇女神们因我受你绝情所遭的苦难,立刻将你逐出祖国。

ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,

这些誓愿绝不能毫无应验地落在地上。无情的人啊,

νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω

因为你背弃了何等重大的誓言!然而凭着你们的盟约,

390

δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’

日后你们嘲弄着我时,绝不会长久安然度日。”

ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε

她沸腾着沉重的愤怒这般说道;

νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι,

她渴望烧毁船只,将所有的用具砸得粉碎,

ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων

自己也纵身跃入熊熊烈火之中。伊阿宋心生畏惧,

μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·

用温和的话语劝慰她:

395

‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ.

“克制一下吧,狂乱的人哪!这一切也绝非我自己所愿。

ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος,

但我们正在寻求延缓战斗的办法,

ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν

因为为了你,

εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,

周围燃烧着如此浓密的敌军阴云。因为凡是居住在这片土地上的人,

Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,

都渴望支援阿普绪耳托斯,

400

οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο.

好将你像掠夺来的战利品一样带回你父亲的家中。

αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,

若是我们交手激战,我们所有人都会死于可憎的毁灭;

μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος

而若我们战死,

ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.4

将你留给他们作为猎物,那将是更为刺骨的痛苦。

ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην

然而这一盟约将成就一个计谋,

405

βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν

借此我们将使他走向毁灭。

Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,

一旦失去了领袖——他既是你的援助者也是你的兄长——周围的居民也就不会因你的缘故,

ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·

同样为科尔基斯人效力而与我们对抗;

οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν

只要科尔基斯人不放我通行,

ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’

我也绝不会向他们妥协而不正面交锋。”

410

Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον·

他用谄媚的言语说着;而她吐露出了致命的计策:

‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις

“现在且听仔细。既然我起初因过失而迷惘,

καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην

受神明摆布而促成了邪恶的心意,

ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.

在这些可耻的行径之上,就必须再谋划出这一计策。

τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·

你且在战场上抵御科尔基斯人的利矛;

415

αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι

而我将用甘言诱他落入你的手中;

μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.

你则用光鲜的礼物迎接他。

εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι

如果我能设法说服离去的使者,

οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,

使他独自一人前来听取我的密语,

ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,

那时只要这举动合你的心意,我绝不吝惜:

420

κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’

杀了他,并向科尔基斯人发起战斗!”

ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο

于是两人达成协议,

Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης

为阿普绪耳托斯设下了巨大的圈套,并备下了许多作客的礼物,

πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ

其中包括许普西皮勒那件神圣的紫色长袍。

425

δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ

那是神圣的美惠女神们在海环的迪亚岛亲自为狄奥尼索斯织造的;

δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ·

他随后传给了儿子托阿斯;托阿斯又留给了许普西皮勒;

ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι

而她又在众多珍宝中,

γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,

将这件精美的作客礼物赠予了埃宋之子。无论抚摸还是凝视它,

οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.

你都不会感到甜蜜的爱意得以满足。

430

τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,

自那时起,

ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο

那件长袍上便残留着仙馔般的芬芳——自那位纽萨之主饮饱了美酒与琼浆,

ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς

微醺中紧拥着米诺斯少女美丽的胸膛卧于其上以来;

στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς

那少女正是忒修斯从克诺索斯带出,

Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.

后来遗弃在迪亚岛上的。

435

ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,

她向使者们传达了诱骗的话语,

θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται

哄骗他依照约定,一旦来到女神的神殿周围,

συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,ἐλθέμεν,5 ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα

当黑夜的暗影笼罩四野时,

χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσωβαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ

便前来与她共商计策——商讨她如何能夺取巨大的金羊毛并再次返回埃厄忒斯的宫殿,

υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·

因为她是受佛里克索斯之子们的强迫才被外邦人带走的。

τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεναἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα

吐露着这样的说辞,她向空中和风中撒下了迷药,

ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα.

那药物即便从远处也能将陡峭高山上的野兽诱降引来。

语法注5 条
  1. 4.374ἀμῆσαι

    用作祈使语气的动词不定式(infinitivus pro imperativo)。紧接前行中的祈使句(εἴρυσο 与 ἔστω),由连词 ἤ(“否则 / 要么”)引出,表达美狄亚绝望而决绝的要求(“立刻斩断我的咽喉”)。

  2. 4.376σχετλίη

    指代美狄亚自身的感叹主格(“可怜的我啊!”)。以自我哀叹的口吻先声夺人,引出随后的条件从句 εἴ κεν... δικάσσῃ(若国王裁定我归于兄长),表现其绝望与恐惧。

  3. 4.377τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς ἄμφω συνθεσίας

    动词 ἐπέχω 搭配与格关系代词 τῷ(先行词为 οὗτος ἄναξ),意为“将……托付/交付给某人”。主语为 ἄμφω(双方,即阿尔戈英雄与科尔基斯人),指双方把这令人痛苦的协定之仲裁权交付给该国王。

  4. 4.402ὅ τοι καὶ ῥίγιον ἄλγος ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν

    主句使用将来时直陈语气(ἔσσεται),条件从句使用“εἰ + 希求语气(λίποιμεν)”的混合条件句。伊阿宋用希求语气提出战死并遗弃美狄亚的假设情境,而用将来时直陈语气强调这一后果将带来的痛苦是何等确凿无疑与严峻。

  5. 4.436θελγέμεν ... ἐλθέμεν

    依附于动词短语 ἐπεξυνώσατο μύθους(“交代密谋之词”)的说明性及目的性不定式。它们阐明了嘱托使者传达的内容与意图:去诱惑他(θελγέμεν),并要他前来(ἐλθέμεν)共谋计策。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.373-4.444