- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.151-4.224
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
美狄亚用草药与咒文催眠了守护巨蛇,伊阿宋成功取下金羊毛并带回船上。伊阿宋斩断缆绳并号令众英雄备战启航,与此同时,得知女儿背叛的埃厄忒斯国王率领庞大的科尔基斯大军杀向河岸。
γηγενέος σπείρης,1 μήκυνε δὲ μυρία κύκλα,
它解开那土生盘躯的漫长脊柱,
οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν
伸展出无数重圆环,
κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης
宛若无声无息的黑浪在迟滞的海面上翻滚;
ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας
然而它依旧企图高高仰起狰狞的头颅,
ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.
渴望用毁灭的颚齿将两人卷入吞噬。
ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ
但少女将新折的刺柏枝浸入调好的药浆,
βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς
念诵着咒语,
ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ
把纯净的药液洒向它的双目;药剂浓烈的气味四溢弥漫,
φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃθῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω
使其陷入沉睡。巨蛇将下颌就地垂覆歇息;
κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.
而它无尽的盘躯则向后远远穿过树木丛生的密林舒展开去。
ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,
此时,埃宋之子遵照少女的催促,
κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα
从橡树上取下了金羊毛;她依然伫立原地,
φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν
用药膏涂抹那怪兽的头颅,
αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων
直到伊阿宋亲自吩咐她返回船上,
ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην
她才离开了阿瑞斯阴郁苍翠的圣林。
ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο
正如待字闺中的少女用轻柔的薄纱迎承从带顶闺阁高处升起的满月清辉,
λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορχαίρει δερκομένης2 καλὸν σέλας· ὧς τότʼ Ἰήσων
注视着那美丽的华光而心中喜悦;
γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν·
那时伊阿宋也是这般欣喜地用双手捧起那巨大的羊毛;
καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ
在羊毛光泽的映照下,
μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιογίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν,
如火焰般的红光落在他金黄的面颊与额头上。
τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.
其大小宛若一岁母牛或牝鹿的皮革——猎人称之为阿开亚鹿——上部通体覆盖着金黄的绒毛。
βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν
它毛密厚重;在他前行的足下,
αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
大地不停地闪烁生辉。
ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
他行走着,
αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε
时而将它自颈项最高处披于左肩直垂至足底,
εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις
时而又将它卷拢摩挲;因为他极度忧惧,
ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται3 ἀντιβολήσας.
生怕有凡人或神明迎面相逢而将它夺去。
Ἠὼς μέν ῥ̓ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον
破晓的曙光正向大地蔓延,他们回到了同伴的群中;
ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
青年勇士们见到那宛如宙斯闪电般耀眼的巨大羊毛,
λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος
无不惊叹。
ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν.
每人皆奋起渴望触摸并亲手抱持。
Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος
但埃宋之子制止了其余众人,并往羊毛上覆上一件崭新的斗篷;
κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην
他将少女安置在船尾,随后向众人说出这样一番话:
ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·‘μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.
“朋友们,如今莫再迟疑返回故土了!
ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴνναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
因为我们含辛茹苦忍受这艰辛航程所为的那件紧要之事,
εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
已借由少女的妙计圆满达成。
τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν
我将依其所愿,将她带回家中迎为正妻;
κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσηςαὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
而你们当保护她,
σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων
因为她是对全阿开亚及你们自身的崇高相助者。因为我深信,
Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.
埃厄忒斯定会率领众军前来阻截我们由河入海。
ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
但请你们半数在船上依次并坐,
ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας
用桨划行;
ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
其余半数则手持牛皮盾牌作为抵御敌人飞掷武器的迅捷障壁,
προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν
护卫归航。
παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας
如今在我们手中握有我们自己的儿女、亲爱的祖国以及年迈的双亲;
ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
希腊全境皆依托于我们的这一进发,
ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.’4
是招致耻辱还是赢得无上荣耀,全系于此。”
ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν
他说罢便披上战甲;
θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο
众人满怀昂扬的斗志齐声呼喊。他拔剑出鞘,
σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν.
斩断了船尾的缆绳。
ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι
全副武装的他来到少女身旁,
Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς
立于掌舵的安开奥斯近侧;在众人的奋力划动下,
σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
快船疾驰向前,急欲立刻驶离大河之外。
ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις
此时,
Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο.
傲慢的埃厄忒斯和所有科尔基斯人都已知晓美狄亚的情爱与所作所为。
ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δὲ πόντου
他们披挂甲胄齐聚议事广场;
κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
犹如风暴在冬日大海上掀起的巨浪,
φυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,
又如落叶之月从繁茂树林飘落于地的落叶——谁能量度其数?
κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳΑἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν
——无数的人群怒吼咆哮着沿河岸行进。埃厄忒斯乘着精制的战车,
ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,
凭着太阳神所赠送的疾如狂风的骏马分外醒目;
σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,
他左手举着圆形的盾牌,
τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος
另一手握着长长的松木火把;
ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων
身旁那柄巨大的长矛笔直向前探出。而战马的缰绳——
- 4.151γηγενέος σπείρης
此定语属格修饰上一节末尾的短语 δολιχὴν ἄκανθαν(长长的脊柱),构成强烈的跨行(enjambment),意为“那土生盘躯的长长脊柱”。
- 4.170δερκομένης
属格分词,指代少女。既可视为与由与格代词 οἱ(她的)所暗示的心理所有格相一致的属格(修饰 ἦτορ),亦可视为省略主格代词的独立属格(“在她注视之际”)。无论何种分析,均表述少女注视月光时内心生出喜悦的情状。
- 4.181περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται
表示恐惧的动词 δίεν(δίω/δείδω 的未完成过去时)后接由 ὄφρα μή 引导的从属从句,搭配将来时直陈语气(或短元音虚拟语气)νοσφίσσεται,表示忧惧的内容(“因为他极度忧惧,生怕有人夺去”)。此处用史诗常见的 ὄφρα μή 替代了通常的单字 μή。
- 4.205ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι
本句是不定式 ἀρέσθαι 作说明性/结果性补语(epexegetic infinitive),补充说明前述主句 ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ(希腊全境依托于我们的进发)。ἀρέσθαι 同时支配两个宾语 κατηφείην 与 μέγα κῦδος,表达其行动悬于一线的两种对立结局(“是蒙受耻辱,还是赢得无上荣耀”)。
