- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:4.1484-4.1557
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔戈英雄们在搜寻中痛失坎托斯与莫普索斯二人并将他们安葬,随后在探寻特里托尼斯湖出口的迷途漫游中遭遇了神明特里托恩。
Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.
色雷斯的波瑞阿斯的两个儿子也徒劳劳作而归。
Κάνθε, σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.
坎托斯啊,而你却在利比亚被毁灭的命运女神们所夺走。
πώεσι φερβομένοισι συνήντεες· εἵπετο δʼ ἀνὴρ
你遇到了正在吃草的羊群,后面跟着一个乡村牧人;
αὐλίτης, ὅ σʼ ἑῶν μήλων πέρι, τόφρʼ ἑτάροισιν
为了保卫自己的羊群,
δευομένοις κομίσειας,1 ἀλεξόμενος κατέπεφνεν
防止你把它们劫走带给困乏的同伴,
λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο,
他掷石击中了你并将你杀害。因为他绝非弱者,
υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυροςκούρης τʼ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
而是吕科瑞亚的福玻斯与端庄少女阿卡卡利斯的孙子卡法乌罗斯。
ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
当年米诺斯曾将自己怀着神明沉重血肉的亲生女儿流放至利比亚。
θυγατέρα σφετέρην· ἡ δʼ ἀγλαὸν υἱέα Φοίβῳ
她为福玻斯生下一个显赫的儿子,
τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.
人们称他为安菲忒弥斯,又叫加拉玛斯。
Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·
安菲忒弥斯随后与一位特里托尼斯仙女结合,
ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
她为他生下了纳萨蒙和强壮的卡法乌罗斯,
ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
正是他在当时为了自家的羊群杀害了坎托斯。
οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
然而,当英雄们得知他的所作所为后,
ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω
他也未能逃脱他们严厉的制裁。米纽埃人得知消息后抬回了尸身,
πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο
泪流满面地将他安葬在土地中;
μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν.
并将羊群据为己有牵了回来。
ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον
就在同一天,
νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν
无情的死劫也在那里降临到安普克斯之子莫普索斯身上;
μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
凭借预言之术他也未能逃脱严酷的宿命,因为死亡无可回避。
κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων
沙滩上盘卧着一条可怕的毒蛇,
δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι·2
躲避着正午的烈日;它本无意主动伤害不招惹它的人,
οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
也不会扑向畏缩退避之人。
ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
然而,在养育生命的土地所滋养的所有有气息的生灵中,
ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
它一旦将黑色的毒液注入谁的体内,
οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,
通往哈得斯的道路便不足一肘之长,
οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
即便佩翁——若我被允许公开言明——施以灵药也无能为力,
φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
只要它的尖牙稍加触碰。
εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο ΠερσεὺςΕὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ—
因为当年宛如神明的珀耳修斯(欧律墨冬——他的母亲曾这般称呼他)
Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,
带着刚割下的戈耳工头颅飞越利比亚献给国王时,
ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
凡是落到地面的黑色血滴,
αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
全都化作了这种毒蛇的种族萌发出来。
τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος
莫普索斯迈出左脚脚掌,
λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσηνκερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,
踩在了它的尾尖上;蛇因剧痛盘旋缠绕,
σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
咬住并撕裂了他小腿中部的胫骨与腿肚的肌肉。美狄亚和其他侍女吓得四散奔逃;
ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν
他却泰然自若地抚摸着流血的伤口,
θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
因为并无过度剧烈的疼痛折磨他。
σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
可怜的人啊!事实上,
λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς.
使四肢松弛的昏睡已经悄然渗入他的肌肤之下,浓重的迷雾倾泻在双眼之上。
αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
他随即把沉重的四肢倒在地上,
ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο
在无助中渐渐冰凉;同伴们与埃宋之子的英雄聚拢在他身旁,
ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
为这突如其来的厄运深感震惊。
οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
然而在他断气之后,
κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
连片刻也不能暴尸于日光之下。因为剧毒瞬间从内部腐烂了肌肉,
ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη.
湿烂的毛发从皮肤上脱落。
αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
他们急忙用青铜鹤嘴锄奋力挖掘深坑;
ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας
众人与少女们一同剪下发丝,
αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
哀悼这惨遭横祸的死者;
μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες
全副武装绕行三次后,
εὖ κτερέων ἴσχοντα,3 χυτὴν ἐπὶ γαῖαν ἔθεντο.
待葬礼如法完成,便在上方堆起土坟。
ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
但是,当他们登上船只,
ἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντο
南风在大海之上猛烈吹拂,
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
他们试图辨明从特里托尼斯湖驶出的航道时,良久都毫无良策,
δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
整整一天昏昏然地随波漂流。
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
正如一条蛇在毒辣的阳光烘烤下,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·
盘旋着沿着弯曲的道路爬行,
ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
嘶嘶地向各处转动头颅,
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
狂乱之中双眼闪烁如火花,
λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται·
直到穿过石缝潜入深处;
ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
阿尔戈号为了寻觅湖泊通航的出海口,
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺς
也在湖中周旋良久。
κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
此时俄耳甫斯立刻吩咐众人将阿波罗的大三脚祭坛搬出船外,
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
作为祈求归程的抚慰礼献给本土的神明。
καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·
他们下船将福玻斯的宝物立在大地之上;这时,
τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
威力无边的特里托恩化作矫健青年的模样迎上前来,
τρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείραςξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
他从地上捧起一块土块,作为宾客之礼递给众英雄,并开口说道:
‘Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
“收下吧,朋友们;因为面对前来的你们,
ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν.
我在此刻并无贵重的客礼可以奉赠。
εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰ
但如果你们想探寻这片海域的航道,
ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες,
正如漫游异乡的人们常常渴求的那样,
- 4.1487τόφρʼ ἑτάροισιν δευομένοις κομίσειας
τόφρα 通常表示“与此同时”或“直到……”,此处与祈愿语气动词 κομίσειας 连用,引出坎托斯一方的图谋(“为了把羊带给困乏的同伴”),牧人的自卫行为(ἀλεξόμενος)正是针对这一企图。
- 4.1506νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι
不定词 χαλέψαι 充当形容词 νωθής 的补足语(说明性不定词,“伤害……显得迟钝”)。副词性分词 ἑκών(主动地)与宾语 ἀέκοντα(不招惹它的人)形成对照,表明该蛇若非遭到触犯便不会主动伤人。
- 4.1536εὖ κτερέων ἴσχοντα
分词 ἴσχοντα 为宾格,与前文的死者(νέκυν)在性数格上一致。短语 εὖ ἴσχω 支配属格(κτερέων),意为“妥善地获得了(葬礼)”,表示死者如法享有了应有的丧葬之礼。
