← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§3.1332-3.1407

诛灭地生战士与伊阿宋的胜利

伊阿宋驱使神牛犁完田野并解开牛轭。当地底涌生出龙齿战士时,他将巨石掷入其阵中引发自相残杀,并亲手挥剑将残敌尽数诛灭,在埃埃忒斯眼前圆满完成了试炼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1332

σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι.

在大地被公牛的神力与强健的耕作者劈开之际,

δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρουβώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς

沿着犁沟,重达一人之力的泥块可怕地崩裂碎散;

1335

λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί·1 τῆλε δʼ ἑοῖο

伊阿宋本人则以稳固之足向下踩踏着犁刃紧随其后。

βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας

他在犁过的土块上,不断将龙齿远远掷离自身,

ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν

并不时警惕地回头张望,

γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ

生怕大地之子凶险的麦穗过早迎面袭来;

χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.

而公牛则以青铜蹄足向前蹬踏,奋力前行。

1340

ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιολείπεται ἐξ ἠοῦς,2 καλέουσι δὲ κεκμηῶτες

当自破晓算起、即将终了之日的最后三分之一尚存之时,

ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,

疲惫的耕夫呼唤甜美的解轭时刻能立即临到他们,

τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι,

此时这片虽有四亩之广的休耕地,

τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα.

已被不知疲倦的耕作者犁毕;他将犁具从耕牛身上解下。

1345

καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·

他驱吓公牛,使其奔逃散入平原;

αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς

而他自己则趁着大地之子尚未在犁沟中显现,

γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι

转身返回海船。

θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων

同伴们在周围以言语鼓励他。

αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·

他直接用头盔从河水中汲水,解除了干渴;

1350

γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν

又轻捷地屈伸双膝,胸中充满勇力,

ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας

激昂奋发宛如野猪,

θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς

面对猎人磨砺獠牙,

ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο.

怒火中烧时浓厚的泡沫自嘴角垂流满地。

οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν

此时,大地之子已如麦穗般破土而出,

1355

γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν

遍布整片田野;毁灭凡人的阿瑞斯圣域四周,

δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν

布满了坚固的盾牌、

Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη

双刃的长矛与闪耀的战盔,森然耸立;

νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.

那闪光自下贯穿虚空,如闪电般直冲奥林匹斯。

ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος

宛如大雪落满大地之后,

1360

ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι

暴风在昏暗的夜色下再度驱散冬日的阴云,

λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθητείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε

所有繁星穿透昏暗一齐闪耀;

λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων

他们亦如这般在大地之上滋长闪耀。

μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων,

然而伊阿宋忆及多谋的美狄亚的叮嘱,

1365

λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,

从平原上抓起一块巨大的滚圆巨石,

δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες

那是战神阿瑞斯可怕的投石圆盘;即便是四个健壮青年,

αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν.3

也无法将其稍稍抬离地面。

τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοιςἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ

他单手将其抓起,飞身一跃,从极远处掷入他们正中;

1370

θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος

自己则勇敢地悄然隐匿在盾牌之下。科尔喀斯人发出巨大的呼喊,

ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο

宛如大海在尖锐的礁石上轰鸣;

Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες

而投掷巨石的猛势令埃埃忒斯惊愕无言。那些战士宛如迅捷的猎犬相互扑咬,

ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν

咆哮着将彼此残杀;

1375

μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι

他们倒在自己的长矛之下,倒在生身的大地母亲怀中,

ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν.

宛如被狂暴风暴摇撼的松树或橡树。

οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ

正如天际划过一颗如火的流星,

ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωνται

拖曳着光芒的痕迹,

μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα·

令在暗夜中目睹其闪耀飞掠的世人视为凶兆;

1380

τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,

埃宋之子亦如此向大地之子猛冲而去。

γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην

他自鞘中拔出利剑,胡乱砍杀,

ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε

将他们横扫刈倒:许多人仅探出半身,

ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις

腹部与肋下尚露在大气中;

ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,

有些人露至肩膀;有些人刚刚直立;

1385

τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.

有些人已迈步疾奔投入战阵。

ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,

正如在边界燃起战火之际,

δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,

田主生怕敌方提前割走自己的田产,

ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς

手中紧握新磨锋利的弯镰,

ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσινμίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·

匆匆收割尚未成熟的穗粒,不等日光依时将其晒干;

ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ

伊阿宋此时亦如此割倒大地之子的麦穗。沟壑中血流遍布,

ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.

宛如泉水的沟渠充盈流淌。

πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν

他们纷纷倒下:有人俯身以牙齿死死咬住崎岖的土块,

λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ

有人仰面翻倒,

1395

καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.

有人侧身或以双手伏地,其形态宛若海怪一般。

πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,

更有许多人在双足脱离地下之前便中剑倒下,

ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε

他们向上探出虚空多高,

βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.

便因瘫软头颅的重压坠向地面多远,紧抵于泥土之上。

ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,

正如宙斯降下无尽豪雨之时,

1400

φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε

果园中新植的树苗自根部折断,

κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·

委顿垂倒于泥土中,令耕者的劳苦付诸东流;

τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει

那掌管田园的栽植之主便被沮丧与惨痛的哀伤所笼罩;

κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος

此时,

Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.

沉重的忧虑亦如此压上了君王埃埃忒斯的心头。

1405

ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,

他与科尔喀斯人杂处前行,返回城邑,

πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.

心中暗自筹谋如何能更迅疾地对付他们。

ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

红日西沉,对伊阿宋而言,试炼终告完成。

语法注3 条
  1. 3.1335λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί

    λαῖον 作分词 πιέσας 的直接宾语,指名词 λαῖον(“犁刃”、“犁床”或犁具上的踏木),意为“以强健之足踩踏犁刃”。虽然在语法上亦可视为形容词 λαιός(“左侧的”)的中性单数宾格作副词用或指代左脚,但将其理解为器具构件的名词,能避免与后文的工具与格 στιβαρῷ ποδί(“以强健之足”)产生语义重叠。

  2. 3.1340ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς

    此句为表示傍晚时分的诗歌时间程式。关于前置词短语 ἐξ ἠοῦς(“自破晓起”)修饰 ἀνομένοιο(“逐渐终了的”)还是 λείπεται(“被留下”),理解上略有分歧,但整体含义皆指“自黎明算起,即将逝去之日的最后三分之一尚存之时”,即接近解轭时分(βουλυτός)的傍晚。该从句与主句的 τῆμος ἀρήροτο 形成呼应。

  3. 3.1366οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν

    此处由 ἄν(史诗形式 κέ)连结直陈式不定过去时(ἄειραν),构成对过去事实的潜势/与过去相反的虚拟构文:“即便是四个健壮青年,也绝无法将其稍稍抬离地面”。该句承袭了荷马史诗的经典套语,极力渲染了巨石的沉重以及英雄能轻易将其掷出的超人神力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:3.1332-3.1407