← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.298-2.374

菲纽斯预言穿过碰撞双岩的航程

摆脱哈耳庇厄纠缠并受到阿尔戈英雄款待的菲纽斯,向他们预言了接下来的航程,警告他们碰撞双岩的凶险并指示用鸽子试航,随后详述了黑海沿岸的地理与途经之地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
298

Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν

哈耳庇厄与伊里斯各自散去。

κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν

前者潜入米诺斯统领的克里特岛的幽谷深处;

300

Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.

后者则展动疾飞的双翼,冲天而起飞返奥林匹斯。

τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντοςπάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο

与此同时,英雄们将老人污秽不堪的皮肤彻底清洗干净,

μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.

并从自阿密科斯处夺来的战利品中挑选出羊群宰杀献祭。

αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,

当他们在厅堂内摆开盛大的宴席后,

305

δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς

便围坐在一起享用美餐;菲纽斯同他们一起贪婪地吃着,

ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων.

心满意足,仿佛身处梦境之中一般。

ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος,

当他们吃饱喝足之后,彻夜保持警惕,

παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.

等候着玻瑞阿斯的儿子们归来。

αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς

老人自己则坐在他们中间的火塘旁,

310

πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·

述说着航程的尽头以及旅途的达成:

‘κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι

“现在听好。你们本不被许可精准知晓一切;

ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.

但凡神灵乐意降示的,我绝不隐瞒。

ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν

昔日我也曾因愚昧而犯下过失,

χρείων ἑξείης τε καὶ ἐς τέλος.1 ὧδε γὰρ αὐτὸς

按顺序从始至终泄露了宙斯的心意;

315

βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν

因为他本人意欲向凡人揭示并不完备的预言神谕,

μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.

好让人类在一定程度上始终渴求神灵的心意。

πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,

你们从我这里起程后,

Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,

首先会在大海的海峡隘口处见到两座库阿涅埃岩(暗蓝岩块),

τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.

我断言从未有人能从中安然穿过。

320

οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,

因为它们的根基并未深植于海底,

ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν

而是频繁相对碰撞合为一体,

εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ

上方激涌起大量翻腾的海水,

βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.

在陡峭的岸壁周围发出刺耳的轰鸣。

τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,

因此,

325

εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες

如今如果你们当真怀着慎重的心思并敬畏真福神灵而横渡大海,

πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε

就请听从我的劝告;切勿盲目自蹈灭亡的厄运,

ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι.

亦不要凭着年轻气盛而盲动冒进。

οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι

你们务必先用飞鸟试探,

νηὸς ἄπο προμεθέντες ἐφιέμεν.2 ἢν δὲ διʼ αὐτῶν

从船上放出一只鸽子任其飞去。

330

πετράων πόντονδε σόη πτερύγεσσι δίηται,

倘若它展开双翼安然穿过那两座岩石飞入大海,

μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου,

你们自己也切莫再耽搁行程,

ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ

当用双手紧握船桨,

τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον

劈开海上的狭道;因为获救并不那么在于祈祷,

ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν.

而更在于双臂的力量。

335

τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι

因此,抛开其他念头,放胆竭力划桨吧;

θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.

不过在行动之前,我并不阻拦你们向神灵祈求。

εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,

但假若鸽子径直飞去却在中途折损丧命,

ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι

你们就当立即折返退回;

ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε

因为顺从不朽的神灵要好得多。即便阿耳戈船由钢铁铸就,

340

πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Ἀργώ.

你们也无法逃脱岩石带来的悲惨死厄。

ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,

可怜的人啊,切莫擅自违抗我的神谕,

εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν,

即便你们认为我比起我〔实际〕受憎恨的程度还要受天上诸神的三倍之憎、

ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι·3

乃至更多的厌弃;

μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.

也决不可未得鸟占吉兆便驾船强行穿行。

345

καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε

该来的终究会来。

σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες

但如果你们毫发无伤地逃过岩石的碰撞而进入内海(蓬托斯海),

πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε

就当立即将比提尼亚人的土地保持在右手边,提防着暗礁而航行,

Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν

直到绕过湍急的瑞巴斯河与黑色岬角,

350

γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.

抵达提尼亚岛的避风港。

κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν

从那里横渡大海不远,

γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.

你们便会驶向对岸玛利安底诺伊人的土地靠岸。

ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,

那里有着通往下界哈得斯的降行之路,

ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,

阿刻戎西亚突出的岬角高高耸立,

355

δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων

漩涡激荡的阿刻戎河穿过岬角根部,

ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.

自巨大的峡谷中奔涌注入大海。

ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς

紧挨着那里,你们将驶过帕夫拉戈尼亚人的诸多丘陵,

Παφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν

昔日埃涅提人珀罗普斯首先在其上为王,

πρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται.

他们亦声称身上流淌着他的血脉。

360

ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,

在旋天的大熊座正对面,

πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,

有一座四面陡峭绝伦的岬角,人们称之为卡朗比斯岬,

τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·

连北风的狂飙在其上方都要被剖裂开来;

ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.

它便是如此高耸地探入大海并直插天空。

τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη

对于绕过这座岬角的人来说,一条漫长的海岸(埃吉阿罗斯)

365

αἰγιαλός·4 πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο

已横亘身侧;在这片漫长海岸的尽头,

ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο

在凸出的岸壁上,

δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις

哈律斯河的激流骇人地奔涌喷吐而出;

μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.

在其后不远处奔流的较小的伊里斯河,卷着白色的漩涡汇入大海。

κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼνἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος

自那里再往前,陆地上伸出一座巨大而高耸的山嘴;

κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην

在忒密斯库拉岬角下一个平静的海湾中,

μύρεται, εὐρείης διαειμένος ἠπείροιο.

流经广袤大陆的忒耳摩冬河口呜咽着注入海中。

ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες

那里有多亚斯的平原,近旁坐落着亚马逊人的三座城池,

τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν

再往后则是人类中最受苦难的人群。”

语法注4 条
  1. 2.314χρείων ἑξείης τε καὶ ἐς τέλος

    分词 χρείων 表方式或原因,修饰前文的 ἀασάμην(我犯了过失),意为“通过按顺序(ἑξείης)且从头至尾(ἐς τέλος)宣告神谕”。这解释了菲纽斯此前遭罚的原因,即把宙斯的深奥意图毫无保留地彻底泄露给凡人。

  2. 2.328οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν

    不定式 πειρήσασθαι 与 ἐφιέμεν 作命令式用(命令性不定式)。其逻辑主语为第二人称复数(阿尔戈英雄们),因此与之配合的分词 προμεθέντες(放飞)采用主格阳性复数形式。

  3. 2.342εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι

    让步分句的复合结构:动词 ὀίεσθε(你们认为)支配被动不定式 στυγέεσθαι(被憎恶),搭配与格补足成分 Οὐρανίδῃσιν(为天神所...)。相关比较结构 τρὶς τόσσον... ὅσσον(如同我现在这般的三倍)由 καὶ εἰ πλεῖον(甚至更多)进一步强化,意为“即便你们认为我比起现在实际受憎恨的程度还要受天上诸神的三倍之憎、乃至更多的嫌弃”。

  4. 2.364τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη αἰγιαλός

    分词 περιγνάμψαντι 为关系与格或评判者与格(dativus relationis),表示航海者的视点:“对绕过此岬角的人而言”。主句主语为 πολὺς... αἰγιαλός(漫长的海岸),主谓为 παρακέκλιται(横亘于旁)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.298-2.374