← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§1.456-1.529

伊达斯与伊德蒙的纷争及俄耳甫斯的歌声

启航前夕,伊达斯口出狂言凌驾诸神并与伊德蒙激烈争执,俄耳甫斯以歌唱宇宙起源与神系更迭平息纷争;黎明时分,阿尔戈号木石鸣响催促启程,英雄们依序登船。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
456

εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν

放着食物和司酒人用水壶汲取的甘美甜酒;

οἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν

随后他们彼此交替交谈,

μυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ

正如年轻人在宴席与酒樽旁、

τερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη.

在毫无肆虐的狂妄侵扰时愉快畅叙那般。

460

ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ

此时埃宋之子却在自心深处筹谋无策,

πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.

宛若心灰意冷之人沉思着每一件事。

τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·

伊达斯察觉到了,便大声责骂道:

‘Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;

‘埃宋之子,你在心中反复盘算着何种计策?

αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ

当着众人的面说出你的心思吧。

465

τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει;

莫非你正屈服于悄然袭来的恐惧,那令懦夫惊慌失措的恐惧?

ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων

如今就让我勇猛的战矛作证——正是借着它,

κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλει

我在战场上赢得了超乎常人的赫赫威名,

Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα

甚至宙斯对我的助益也比不上我自己的长矛——只要有伊达斯相随,

λοίγιον ἔσσεσθαι,1 μηδʼ ἀκράαντον ἄεθλον

哪怕有神明横加阻挠,

470

Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο.

也绝不会有任何灾祸降临,更不会有未完成的劳役。

τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.’

你正是从阿瑞涅带来了这样一位帮手!’

ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν

他说完,便用双手托起满满的酒杯,

πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ

饮下甘美未掺水的纯酒;

χείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησαν

酒液浸湿了他的嘴唇和青黑色的胡须。众人一齐喧嚷起来,

475

πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·

伊德蒙则公然发言道:

‘δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ.

‘狂妄之徒,你早就在为自己构想自取灭亡的念头!

ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ

莫非是未兑水的酒在你胸中鼓起鲁莽之心以致毁灭,

οἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν;

催促你亵慢神明?

ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ

本有其他安慰之辞,能让一人去勉励伙伴;

480

θαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας,

你却吐出了全属悖逆的狂言。

τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν

相传昔日阿罗欧斯的儿子们也曾对至福的神明吐出过这般狂妄之语,

υἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις

而你在勇武上丝毫无法与他们匹敌;

ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς

尽管如此,他们二人即便勇力过人,

ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.’

终究还是屈服于勒托之子的飞箭之下。’

485

ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδαςκαί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·

他如此说道;阿法柔斯之子伊达斯放声狂笑,斜眼睨着他,用讥讽之语反唇相讥:

‘ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,

‘来吧,如今用你的预言之术说明这一点:

οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν.

神明是否也会将你父亲赐予阿罗欧斯之子们的那种毁灭降临于我?

490

φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,

你倒该思量思量,若是你被发现预言虚妄之事,

χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.’

将如何从我手中保全性命逃脱!’

Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,

他怒气冲冲地斥责;若非伙伴们齐声呼喝、

εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι

埃宋之子亲自劝阻争斗的双方,

αὐτός τʼ Αἰσονίδης κατερήτυεν·2 ἂν δὲ καὶ Ὀρφεὺς

这场争吵本会愈演愈烈。

495

λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.

此时俄耳甫斯也用左手托起七弦琴,试弹起歌声。

ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,

他歌唱大地、天空与海洋原本如何融为一体,

τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,

后因毁灭性的纷争而彼此各自分开;

νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·

星辰、

ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν

月亮与太阳的轨迹如何在以太中始终保有着坚固的标志;

500

ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·

山峦如何隆起,

οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες

喧鸣的河流如何伴随着水泽仙女出现,

αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο.

以及所有爬行之物如何生成。

ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τεὨκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·

他又歌唱起初俄庇翁与大洋神之女欧律诺墨如何统治覆雪的奥林匹斯山;

505

ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,

随后他又如何在膂力与双手之下向克洛诺斯让出尊位,

ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο·

她又如何让位于瑞亚,

οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,

双双跌入大洋的波涛之中;而那二位暂且统领着至福的提坦神祇,

ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,

那时宙斯尚为幼童,心中仍怀有孩童般的幼稚,

Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω

栖身在狄克忒的岩洞之下;

510

γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,

地生的独目巨人们尚未用雷霆、

βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

霹雳与闪电武装他——因正是这些赋予了宙斯无上荣耀。

ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.

俄耳甫斯唱罢,放下了琴,收敛了他那神圣的嗓音。

τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα3

然而尽管他已止声,众人仍旧贪恋着歌声,

πάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντες

一齐伸长了脖颈,竖起双耳在宁静沉醉中驻足:

515

κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.

歌声留给他们的陶醉正是如此深沉。

οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,

此后不久,他们依照仪轨调和了献给宙斯的奠酒,

ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο

起立倾倒在燃烧的牲舌之上,

αἰθομέναις,4 ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.

随后在夜色中念及睡眠。

αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν ἨὼςΠηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δʼ ἀνέμοιο

当明艳的黎明用明澈的双目俯瞰珀利翁险峻的峰峦,

εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,

晴朗的海岬被因风摇荡的海水冲刷之时,

δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους

提费斯便醒来了;

βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.

他随即催促伙伴们登船并整备船桨。

σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ

帕伽萨港湾以及珀利翁山所出的阿尔戈号自身发出了可怖的呐喊,

525

Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.

催促启程;

ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσην

因船体内打入了一根神圣的梁木,

στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.

那是雅典娜从多多纳栎木上取来并镶嵌在龙骨正中的。

οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,

他们纷纷登上坐板,依次挨着坐下,

ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,

正如先前分派的那样在各自的位置上划桨,

语法注4 条
  1. 1.466ἴστω νῦν δόρυ θοῦρον... μή νύ τι πῆμα / λοίγιον ἔσσεσθαι

    命令式 ἴστω(οἶδα 的第三人称单数现在时命令式)构成誓言的公式化表达(“以……为证/愿……作证”),以主格 δόρυ θοῦρον 为主语。其后紧接的 μή 搭配将来时不定式 ἔσσεσθαι,是希腊语中誓言表达否定承诺的标准句式(“誓言绝无灾祸降临”)。

  2. 1.492προτέρω δέ κε νεῖκος ἐτύχθη, / εἰ μὴ... κατερήτυεν

    非真实条件句(与过去事实相反)。主句由 κέ 搭配不定过去时直陈式 ἐτύχθη 构成(“争吵本会愈演愈烈”),条件从句则由 εἰ μή 搭配未完成过去时直陈式 κατερήτυεν 构成(“若非他们一直在劝阻”)。未完成过去时体现了同伴与伊阿宋持续阻止争吵的动作过程。

  3. 1.513τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα

    注意语序倒置与修饰关系:λήξαντος 为属格独立分词结构(省略了指代俄耳甫斯的主语)。副词 ἄμοτον(“不知满足地、贪婪地”)修饰的并非 λήξαντος,而是主要动词 προύχοντο(“向前探着头”),表示俄耳甫斯止声之后,听众仍不知餍足地探头倾听。

  4. 1.517ἐπὶ γλώσσῃσι χέοντο / αἰθομέναις

    宗教祭仪术语:“倒在燃烧的牲舌上”。指古希腊宴饮结束、入睡前将祭牲的舌头(γλῶσσαι)割下投入火中焚烧、并向其倾倒奠酒(λοιβαί)的祭祀习俗。动词 χέοντο 为中动相,表示众人为自己行奠礼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.456-1.529