- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.1061-1.1139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王后克勒忒因库齐科斯之死自缢殉情,随后阿耳戈英雄受暴风阻留,遵照莫普索斯解说的鸟卜登上丁迪蒙山,立坛祭祀群神之母瑞亚以平息风暴。
ἣ θέμις,1 ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ
依照常礼,在草木丰美的平原上举行,
ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.
至今那里仍堆筑着这处坟冢,供后世瞻仰。
οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο
死去的丈夫身后,他的妻子克勒忒亦不愿苟活;
οὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλο
她在灾祸之上又添一件更为凄惨之事,
ἤνυσεν,2 ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶνύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·
用绳套系住了自己的颈项。对于她的自尽,丛林仙女们亦哀恸不已;
καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,
她们眼睑中滴落到地上的所有泪水,
πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν
女神们将其化为一眼清泉,人们称之为克勒忒,
Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.
以此作为这位不幸新娘的显赫芳名。
αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν
那委实是宙斯降给多利奥内斯男女的最可怕的一天;
ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν
他们之中无一人忍心品尝食物,
ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸνἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο·
久久因悲痛而不再记起磨谷碎麦的劳作;
ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.
他们就这样只吃着未经火烤的生食维生。
ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται
因此直到如今,
Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ
每逢定居在库齐科斯的爱奥尼亚人为他们倾注岁时奠酒之时,
πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.
总要用公众石磨磨出的面粉调制祭饼。
ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
自那以后,
ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι
粗暴的暴风昼夜连续席卷了整整十二天,
ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ
将他们阻留在原地无法起航。在接续而来的夜里,
ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
其余英雄因先前的疲惫而已沉入梦乡,
ὕπνῳ ἀριστῆες πύματον λάχος·3 αὐτὰρ Ἄκαστος
领受最后的安歇;
Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
然而阿卡斯托斯与安普克斯之子莫普索斯却在守望着深睡的众人。
ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
这时,一只翠鸟在埃宋之子的金发头顶盘旋,
πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσαλῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος
用清脆的鸣声预言暴烈风浪即将止息;
ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
莫普索斯听出了海滨之鸟的吉祥兆示,便心领神会。
καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεν
神明随即便将鸟儿引开,它凌空展翅,
νηίου ἀφλάστοιο μετήορος ἀίξασα.
停歇在船尾的饰木顶端。
τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶνκινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν·
莫普索斯走上前去,摇醒了正卧在柔软羊毛皮上的伊阿宋,对他这样说道:
‘Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα
‘埃宋之子啊,
Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
你须登上嶙峋的丁迪蒙山圣所,
μητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαι
安抚普天之下众福神端坐华座的生母;
ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσαἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν
凶暴的风暴便将平息。因我方才听到了海中翠鸟的这般鸣兆,
σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.
它在你熟睡的头顶盘旋,将诸事一一预示。
ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
因为暴风、大海、下界一切大地以及奥林波斯积雪的神座,
πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο·
尽皆由她裁决掌管;
καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,
每当她从群山升入辽阔天穹之时,
Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι
克罗诺斯之子宙斯本尊亦须向她退让。
ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.’
其余永生的福神亦同样敬奉着这位可畏的女神。’
ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.
他如此说道;倾听此言的伊阿宋心中大喜。
ὤρνυτο δʼ ἐξ εὐνῆς κεχαρημένος· ὦρσε δʼ ἑταίρους
他满怀欢欣从榻上跃起;他催促着唤醒所有的同伴,
πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν
并在他们醒来之际,
Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.
宣告了安普克斯之子莫普索斯的预言神谕。
αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
年轻的勇士们迅即从牛栏中赶出牛群,
ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.
从那里将它们牵上高峻的山顶。
οἱ δʼ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης
其他人则从圣石上解开船缆,
ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ
划向色雷斯港;除了在船中留下少数同伴外,
βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.
他们自己亦登上山去。
τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη
在他们眼前,
Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι·4
马克里斯的诸峰与色雷斯对岸的全部景致清晰地展现在手边一般;
φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι
波斯普鲁斯烟波浩渺的狭口与密细亚的群丘尽收眼底,
Μυσίαι· ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο
另一侧则是埃塞波斯河的流水、
ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
阿德剌斯忒亚的城邑与涅培亚平原。
ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,
林中有一段粗壮的葡萄古木,是彻底老朽的树桩;
πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
他们将其砍下,以便制成山岳女神的圣像;
δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δʼ Ἄργος
阿耳戈斯将其规整地雕琢成型,
εὐκόσμως, καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,
他们便将其立在崎岖的高丘之上,
αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.
遮蔽在枝冠最高的栎树浓荫之下——那些栎树在所有树木中扎根最高。
βωμὸν δʼ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις
接着他们用卵石垒起一座祭坛;
στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο
他们头戴橡叶花环,悉心料理祭仪,
μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε,
呼求着弗里吉亚的居留者、威严崇高的丁迪蒙圣母,
οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι
并一同呼求提提亚斯与库勒诺斯——在克里特的伊达达克提利之中,
μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασινδάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφηἈγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν
唯有他们二人被称为司命者与伊达圣母的伴座侍臣,
δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.
他们乃是仙女安喀阿勒昔日在狄克忒洞穴中双手抓取俄阿克索斯泥土所诞育。
πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας
埃宋之子向烈火燃烧的祭品倾注奠酒,
Αἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιν
再三祈祷女神平息风暴;
αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ
与此同时,青年们遵照俄耳甫斯的吩咐,
σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο,
腾跃着跳起武装之舞,
καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴδύσφημος πλάζοιτο5 διʼ ἠέρος, ἣν ἔτι λαοὶ
并用刀剑击打盾牌,
κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ
使百姓为悼念国王仍在哀号的凶兆悲啼在空中消散。自此之后,
ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.
弗里吉亚人便长久用旋转器与手鼓来禳抚瑞亚。
- 1.1061ἣ θέμις
接续前文葬仪竞技(ἐπειρήσαντό τʼ ἀέθλων)的插入性省略关系小句,意为‘按照礼俗/常规’(省略动词 ἐστί)。随后的 ἂμ πεδίον λειμώνιον 中,ἂμ 为介词 ἀνά 的切音形式,支配 πεδίον,表示葬礼与竞技在草木繁盛的平原上举行。
- 1.1064κακῷ δʼ ἐπὶ κύντερον ἄλλο ἤνυσεν
介词短语 ἐπὶ κακῷ(在灾难之上)形成交错分离结构。比较级形容词 κύντερον(本义为‘更像狗的’,引申为‘更为惨烈/更难忍受的’)修饰 ἄλλο(另一件祸事),作 ἤνυσεν 的直接宾语,表示在丈夫亡故的灾难之上又添了自尽这一更深的祸患。
- 1.1082πύματον λάχος
作同位语或副词性宾格,修饰主句动作 εὐνάζοντο ὕπνῳ(安卧于睡眠中)。指英雄们在疲惫中领受睡眠‘作为最后的分派/轮次’,或将睡眠视为获得的‘最后的安歇份额’。
- 1.1113ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι
形象表达视野明晰贴近的习语:‘宛如就在自己手中一般展现’。不定式 ἰδέσθαι 作解说性不定式(epexegetical infinitive),意为‘看起来/望去’,形容自丁迪蒙山顶俯瞰时视野极度辽阔明朗,远方景致历历在目如探囊取物。
- 1.1136ὥς κεν ἰωὴ δύσφημος πλάζοιτο
由连词 ὥς 连同情态小词 κεν(相当于 ἄν)引导的目的从句,接希求法动词 πλάζοιτο(‘以便凶兆的悲啼得以消散’)。紧随历史时态主句动词(ὠρχήσαντο, ἐπέκτυπον),带有情态小词的希求法凸显了用兵器撞击声压制哀悼哀号的预期效能。
