- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.1-1.79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人向阿波罗致祈并追述了阿尔戈远征的起因(珀利阿斯的神谕与伊阿宋遗失单履),随后展开征航英雄的名录,从奥尔甫斯直至坎托斯。
ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν
从你开始,福玻斯啊,我将记述昔日生民的显赫事迹,
μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
他们遵照国王珀利阿斯的命令,
Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο
驾驶着多桨座的阿尔戈号,
χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.
穿过黑海的咽喉与深蓝色的撞岩,去寻觅金羊毛。
τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω
因为珀利阿斯曾听到过这样的神谕,
μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο
说严酷的命运在后头等待着他:他将被那个由民众中来、
δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι.1
他所见到的只穿一只鞋的人的设计所制伏。
δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων
此后不久,正如你的预言,
χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου
伊阿宋徒步渡过冬日暴涨的阿纳乌洛斯河的急流,
ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν
将一只鞋从泥沼中抽救出来,
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
另一只却深留在河床底部,被激流缠住留在了那里。
ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων
他迳直去到珀利阿斯面前,
εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
欲参加王为生父波塞冬及其他诸神举行的盛宴,
ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
王却忽视了珀拉斯戈斯的赫拉。
αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
王一见他便心生警觉,
ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ
为他安排了一场充满艰辛的航海磨难,欲使他或在海上,
ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ.
或在异邦生人之中断送归途。
νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
早先的诗人们歌颂道,
Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.2
阿尔戈斯是在雅典娜的指引下建造了那艘船。
νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην
如今我愿讲述英雄们的世系与姓名、
ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν
漫漫航途,以及他们在漂泊中所成就的一切事迹;
πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς.
愿缪斯们成为我诗歌的代言者。
πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ
首先让我们忆起奥尔甫斯,
Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα
相传色雷斯人俄阿格洛斯曾与卡利俄佩同榻,
Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι3
后者在平普勒亚山峰附近亲自生下了他。
αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
人们述说他曾以歌声的力量,
θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.
迷住山上坚固的巨石与江河的激流。
φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
作为那歌声至今留存的明证,
ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι
野生的栎树在色雷斯海滨的佐涅繁茂葱茏,
ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ
密密地排成行伍;那是他曾用七弦琴催眠,
θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
一路从皮埃里亚引至彼处的。
Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
正因奥尔甫斯是这般人物,
Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας
埃宋之子才遵照喀戎的吩咐,接纳他作为自己征途的相助者,
δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.
当时他正统治着比斯托尼亚的皮埃里亚。
ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης
阿斯忒里翁随即来到,
γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο,
他是科墨忒斯在翻滚着漩涡的阿庇达诺斯河水畔所生,
Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,
居住在靠近费莱翁山的佩瑞西埃,
ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς
在那里,
ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.
伟大的阿庇达诺斯河与神圣的厄尼培乌斯河自远方汇入一处。
Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν
在他们之后,埃拉托斯之子波吕斐摩斯离开拉里萨而来;
Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,
往昔当拉庇泰人披甲抗击半人马时,
ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη
他在勇猛的拉庇泰人中以青年之身作战,然而此时他的四肢已见沉重,
γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ.
但尚武的意气仍一如既往。
οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,
埃宋之子的舅父伊菲克罗斯也并未长久滞留在菲拉刻;
μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν
因埃宋曾娶其姊妹、
Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει
菲拉刻的阿尔基墨得,
πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.
与她的亲缘连带敦促他名列英雄的队伍之中。
οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων
统领着众多羊群的阿德墨托斯,
μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.
亦未留在卡尔科多尼翁山峰之下的斐赖。
οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο
赫耳墨斯富于田产、
υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,
精于诡计的儿子们厄律托斯与厄喀翁也没有留在阿罗佩;
τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
在他们启程之时,同族的第三人埃萨利得斯亦随之前行;
Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν
在阿姆费律索斯的溪流畔,
Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·
弥尔弥冬之女、佛提亚的欧波勒墨亚生下了他,
τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.
而前两人则是墨涅忒斯之女安提阿涅拉所生。
ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
离开富饶的居尔吞,凯纽斯之子科罗诺斯来到了;
Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων.
他虽勇武,却不及他的父亲。
Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ
因为诗人们传述,
Κενταύροισιν ὀλέσθαι,4 ὅτε σφέας οἶος ἀπʼ ἄλλων
凯纽斯尚在人世时就死于半人马之手,
ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες
当时他独自一人将他们从其他勇士前驱赶开去;半人马掉头扑来,
οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι·
既不能迫使他后退,亦无法伤及他的躯体;
ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,
但他未遭击破、未曾弯折,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.
在粗壮松木的猛烈捶击下径直没入了大地深处。
ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντωνΛητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·
此外还有提塔瑞西亚的莫普索斯来到,勒托之子将鸟卜的预兆教授于他,远胜过一切凡人;
ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης
还有克提墨诺斯之子欧律达玛斯,
Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.
他住在靠近克叙尼亚斯湖的克提墨涅,那是多罗珀斯人的居处。
καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος
不仅如此,阿克托尔还从俄浦斯派出了他的儿子墨诺提俄斯,
ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.
让他与这群豪杰同行。
εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,
随行的还有欧律提翁与孔武有力的厄律鲍忒斯,
υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο·
一人是忒勒翁之子,另一人是阿克托尔之子伊罗斯之子;
ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,
名扬四方的厄律鲍忒斯是忒勒翁之子,
Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς,
而欧律提翁则是伊罗斯之子。同行的第三人是俄琉斯,
ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν
他在勇武上卓绝群伦,每逢敌人阵列崩溃,
εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.
他便极擅自背后发起迅猛突袭。
αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος
来自优卑亚的是坎托斯,
πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν
阿巴斯之子卡涅托斯在儿子热切渴望之下派他前去;
νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν
然而他注定不得生还凯林托斯,因为命运……
- 1.6τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι
不定式 δαμῆναι 作为同格(说明性)不定式,具体解释前文名词短语 μοῖρα μένει στυγερή 的具体内容(“遭致受制灭亡”)。属格 τοῦδʼ ἀνέρος 修饰后方名词 ἐννεσίῃσι(“借由此人的谋略”)。关系从句中的希求法 ἴδοιτο 则是在过去时态主句动词(ἔκλυεν)统摄下间接引语的斜格希求法,表过去的不定或泛指条件。
- 1.19Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν
此句为受动词 ἐπικλείουσιν 统辖的“宾格加不定式”结构(“往昔乐人传颂道阿尔戈斯……建造了船”),其中 Ἄργον 为不定式的逻辑主语,καμέειν 为不定式,与格短语 Ἀθηναίης ... ὑποθημοσύνῃσιν(“依雅典娜之训示”)修饰 καμέειν。
- 1.24Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι
动词 φατίζεται 此处为以主格主语 Καλλιόπη 为核心的人称结构(personal construction),而非无人称结构,统辖主格分词 εὐνηθεῖσα 与不定式 τεκέσθαι(“相传卡利俄佩亲自在……生下了他”)。
- 1.59Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι
在依赖于 κλείουσιν 的宾格加不定式结构(Καινέα ... ὀλέσθαι)中,与格 Κενταύροισιν 充当配合具有被动或毁灭含义的自动词 ὀλέσθαι 的施事与格(或方式与格),意为“死于半人马之手”。
