← 헤시오도스

일과 날

§759-828

악평에 대한 경고와 농경의 길흉일

사람들 사이의 평판과 소문의 무서움을 경고한 뒤, 농사와 일상생활의 길일과 흉일을 규정하는 '날들(달력)'을 열거하고, 제우스의 뜻을 따라 올바른 날에 노동을 행하고 금기를 피하는 자가 복되다고 선언하며 시를 마무리한다.

보기 ▾
보기
번역
글꼴
AI ↗
← 이전다음 →
759

μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.

또한 그 안에서 몸을 식히지 마라. 그것은 결코 좋은 일이 아니기 때문이다.

760

ὧδʼ ἔρδειν·1 δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.

이와 같이 행하라. 또한 필멸자들의 두려운 소문을 피하라.

φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι

나쁜 소문은 참으로 쉽게 들어 올릴 수 있지만,

ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.

짊어지기는 고통스럽고, 떨쳐내기는 어렵다.

φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ

수많은 백성이 소문내는 그 어떤 소문도 완전히 사라지지 않는다.

λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

그것 역시 일종의 여신이기 때문이다.

765

Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος2 εὖ κατὰ μοῖραν

제우스로부터 오는 날들을 질서에 따라 잘 살피어,

πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην

하인들에게 일러두어라. 한 달의 삼십 일째 날이 가장 좋다고,

ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.

일을 감독하고 식량을 나누어 주기에.

αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,

이것들은 참으로 지혜로운 제우스에게서 온 날들이기 때문이다,

εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.3

사람들이 판단하여 참된 길을 따를 때에는.

770

Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

첫째로, 초하루와 나흗날, 그리고 이렛날은 신성한 날이다.

τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·

그날에 레토가 황금 칼을 가진 아폴론을 낳았기 때문이다.

ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς

여드렛날과 아흐렛날, 한 달 중 이 두 날은

ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·

달이 차오르는 동안, 필멸자들의 일을 하기에 특히 훌륭하다.

ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,

열하루와 열이튿날은 둘 다 참으로 좋은 날이니,

775

ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·

양털을 깎기에도, 기쁜 수확을 거두기에도 좋다.

ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·

하지만 열이튿날은 열하룻날보다 훨씬 더 훌륭하다.

τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης

그날에는 공중을 나는 거미가 줄을 짓기 때문이다,

ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·

낮이 가장 길 때에. 그때 지혜로운 자는 더미를 모은다.

τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαισπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαιἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλωνσηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζεινψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκονταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶταγείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰςμέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςκαὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺςπρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷτετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε4ἄλγεʼ ἃ θυμοβορῆ μάλα γὰρ τετελεσμένον ἦμαρ.Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτινοἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύεινὍρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴνεὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇβαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρανήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαιἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.

그날에 여인은 베틀을 세우고 손일을 시작하도록 하라.

παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

또한 달의 세 번째 아홉째 날(스물아홉째 날)이 가장 좋은 날임을 아는 이는 적으니,

815

ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

술 항아리를 열고, 황소와 노새와

βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,

날랜 발을 가진 말의 목에 멍에를 얹기에.

νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

그리고 다단 노걸이를 가진 날랜 배를 포도주 빛 바다로

εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.

끌어내리기에도 그러하다. 그러나 진실된 이름으로 부르는 자는 적다.

τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

나흗날에 항아리를 열어라. 중순의 나흗날(열나흗날)은 모든 날 위에 신성한 날이다.

820

μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην

또한 스무날 뒤의 날이 가장 좋은 날임을 아는 이는 적다,

ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.

새벽이 밝아올 때에 그러하다. 그러나 저녁 무렵에는 더 나빠진다.

αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγʼ ὄνειαρ,

이 날들은 지상의 인간들에게 참으로 큰 혜택이지만,

αἱ δʼ ἄλλαι μετάδουποι,5 ἀκήριοι, οὔ τι φέρουσαι.

다른 날들은 그저 뒤섞여 소리만 나고, 무해하며, 아무것도 가져다주지 않는다.

ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.

어떤 이는 이 날을 찬양하고, 다른 이는 저 날을 찬양하지만, 아는 이는 적다.

825

ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.

어떨 때는 날이 계모이고, 어떨 때는 어머니이다.

τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα

이 모든 것을 알고, 불사의 신들 앞에

εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,

허물이 없이 일하며, 새의 점괘를 판단하고 죄짓는 일을 피하는 자는

ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.

복되고 부유하니라.

구문 주해5건
  1. 760ἔρδειν

    명령법을 대신하여 쓰인 부정사(명령법적 부정사). 헤시오도스의 교훈시에서는 특정 지시나 도덕적 권고를 간결하게 표현하기 위해 이 형식을 자주 사용한다(759행의 ἐναποψύχειν도 동일함).

  2. 765πεφυλαγμένος

    완료 수동 분사로, '경계하여/명심하여'라는 의미를 지닌 주격 단수 남성형이다. 이는 주절의 명령법적 부정사 πεφραδέμεν(일러두어라)이 상정하는 2인칭 단수의 논리적 주어(듣는 이)와 일치한다.

  3. 768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν

    접속사 εὖτʼ 앙(εὖτʼ ἄν)과 접속법 아고신(ἄγωσιν. 현재 접속법 능동태 3인칭 복수)이 이끄는 시간절. '사람들이 날들을 판별하여 그 (날의) 진실을 따르고 지킬 때에는 언제나'라는 일반화된 조건이나 시간적 관계를 나타낸다.

  4. 798φθίνοντός θʼ ἱσταμένου τε

    달을 뜻하는 속격 μηνός가 생략된 분사 구문. 고대 그리스의 역법에서 ἱστάμενος는 달이 차오르는 단계(상순)를, φθίνων은 달이 기우는 단계(하순)를 지칭하므로, 상순의 나흗날(4일)과 하순의 나흗날(24일)을 모두 피해야 할 금기의 날로 지정하고 있다.

  5. 823μετάδουποι

    헤시오도스의 독창적인 형용사(Hapax legomenon)로, 문자 그대로는 '뒤따라 빈 소리만 나는', '알맹이 없는 소음 같은'을 뜻한다. 고유한 신성함이나 효력이 없는 나머지 평범한 날들을, 알맹이 없이 소리만 요란한 공허한 날들로 비하하여 묘사하는 표현이다.

번역: Gemini 3.5 Flash (2026-05-22 공개) · 한국어 번역과 원문의 수정 이력 (4건, 최근 2026-11-15)
  • 2026-11-15 AI 교열 — 주석 1건
  • 2026-11-14 상위 판본(Perseus/OGL)의 정정 — 원문 2건
  • 2026-09-21 AI 교열 — 주석 1건
urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:759-828