← Origen

Selecta on Job

§27-35

Trials by Friends and Job's Defense of Innocence

This chunk explains how the devil tested Job through the dialogues of his three friends and Job's confidence in innocence, while commenting on the spiritual processes of the soul conceiving and uttering words, looking up to heaven, healing from sins, God's appointment of night watches, and the distinction between humans and beasts.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§27

ΚΕΦ. ΚΖ΄. Ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν.1 Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν ἐκτός· ὕστερον δὲ δι’ αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας· ἀλλ’ ἀληθεῖς μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προνοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας· ἀλλ’ ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.2 Τοῦτο καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν· « Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. » Πολλὴ ἡ παῤῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα.

​Chapter 27 And Job spoke, adding further to his prelude. The devil received authority over Job and tested him night and day; first through external things, later through his very body, and after these things, also through his friends. For when he tested him through his wife, and knew that Job was not conquered, he brought three friends, not enemies, nor those holding insidious doctrines, but rather those offering true words, though not well nor in season; and he wished through them to make the righteous man utter something against Providence, to act impiously on account of his pains, and to lose heart on account of his sufferings. But this firm adamant, see what he says after the words of the three, when Eliphaz completed three dialogues, Bildad three, and Zophar two: “For I am not conscious of having done any out of place things.” This Paul also uttered later, and added: “But I am not justified by this.” Great is the confidence of the righteous man, both concerning his former life and concerning the things during the time of adversity, so that he says: “I am conscious of nothing against myself.”

§29

ΚΕΦ. ΚΘ΄. Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν « οἱ ἄρχοντες. » Οὗτοι παραχωροῦντες τῷ δικαίῳ τοῦ λόγου, αὐτοὶ αὐτοῦ παρόντος ἐσίγων. Δάκτυλον ἐπιθέντες ἐπὶ τῷ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι ἐπὶ τῷ στόματι· τάχα δὲ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, δηλοῖ, ὅτι τὸ ἔργον αὐτῶν ἐφίμου αὐτοῖς τὰ χείλη, καὶ οἱονεὶ δεσμός τις τῷ στόματι ἐπέκειτο· ᾐσθήθησαν γὰρ, ὅτι οὐκ εἰσιν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος, αὐτοὶ ὀλίγα πεπραχότες· ὁ γὰρ δάκτυλος τὴν ἐλαχίστην σημαίνει πρᾶξιν καὶ ἐνέργειαν. Δικαιοσύνην δὲ ἐνδεδύκειν. Καλὸν χιτῶνα ὕφανεν ἑαυτῷ ὁ Ἰὼβ, ἵνα ἐνδύσηται τὴν δικαιοσύνην ἀντὶ χιτῶνος. Ἴδε αὐτοῦ καὶ τὸ ἱμάτιον· δικαιοσύνη ὁ χιτών· κρῖμα ἡ διπλοῖς. ΚΕΦ. ΛΒ΄. Φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπαγγέλλεται μέντοι « ἐπιστήμην » ἔχειν, ἢ, κατὰ τοὺς λοιποὺς, « γνῶσιν, » πῶς ἄνθρωποι πάσχουσιν ἐν τῷ βίῳ· πῶς τινες ἄδικοι εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦντας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνιδὼ· ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ πόδες μου. Διὸ εἶπα· Ἀκούσατέ μου. Ἕτερα ἀντίγραφα μετὰ τὸ « Ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, » ἔχει καὶ τούτους στίχους· « Ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν. » Οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν· « Ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν· ἠκροασάμην ἐφ’ ὅσον ἐφρονεῖτε, ἐφ’ ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν. » Κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, Ὥσπερ, φησὶν, ἐγὼ μεθ’ ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων· καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε· καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. Κατὰ δὲ τὰ παρ’ ἡμῖν ἀντίγραφα ὁ νοῦς οὗτος· Ἀκούσατέ μου, φησίν· ἐρῶ γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ’ ὃ δύνασθε δοκιμάσαι. « Καὶ μέχρις ὑμῶν συνήσω, » ἀντὶ τοῦ, Οὐ κενοφωνίας χρήσομαι, ἀλλ’ ὡς δύνασθε συνιέναι λαλήσω. Ἢ ἐκεῖνό φησιν, ὅτι, Οὐ πρότερον παύσομαι λαλῶν, πρὶν ἢ καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ ἄρα κἀγὼ συνιέναι δύναμαι « μέχρις ὑμῶν, » τουτέστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, ἢ καὶ ὑπερβάλλω τὴν ὑμετέραν σύνεσιν. Πλήρης γάρ εἰμι ῥημάτων. Καλῶς εἶπε τὸ, « πλήρης εἰμί· » ὁ γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρχόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον· « Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. » Ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομαθοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμένον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώσας καὶ ἀποβαλών.

​Chapter 29 “And the strong ones ceased speaking.” Or, according to the edition of the rest, “the rulers.” These, yielding the word to the righteous man, themselves kept silent while he was present. “Laying a finger upon the mouth.” Laying a finger upon the mouth will seem, then, to be also a sign of silence; but perhaps, since the hand is taken for works, it shows that their work muzzled their lips, and as it were some bond lay upon their mouth; for they perceived that they were not worthy to speak in the presence of Job, who had done greater works, while they themselves had accomplished little; for the finger signifies the least action and activity. “And I had put on righteousness.” Job wove a fine tunic for himself, that he might put on righteousness instead of a tunic. See also his garment: righteousness is the tunic; judgment the double cloak. Chapter 32 ”Being afraid to declare to you my own knowledge.” He professes, however, to have “knowledge,” or, according to the others, “understanding,” of how men suffer in life, how some unjust men prosper. I saw those who do injustice and transgress the law prospering, and my feet were almost shaken, if I look into this life alone; but if I consider what is to come, my feet are standing. “Therefore I said: Hear me.” Other copies, after “For I will speak while you listen,” have also these lines: “Behold, I have heard your words; I have given ear as far as your understanding.” The other translators rendered it thus: “Behold, I received your words; I listened as long as you were reasoning, as long as you were examining words, and until you reached 〔the end〕, I was attending.” According to this edition, then, and the other copies, he says: Just as I heard in quiet all that you said, and waited until the conclusion of your words, and until you emptied out all your wisdom, so you also hear my words. But according to the copies we have, the sense is this: Hear me, he says; for I will say nothing excessive, but what you are able to test. “And I will understand as far as you” stands for: I will not use empty talk, but I will speak as you are able to understand. Or he says this: I will not stop speaking before you too test my words, whether I too am able to understand “as far as you,” that is, as far as you also have considered, or even surpass your understanding. “For I am full of words.” He rightly said “I am full”; for he who is not full of words and comes to speaking will speak empty things as being empty, according to what has been said: “For the fool will speak foolish things, and his heart will think vain things.” “For the spirit of my belly destroys me.” Just as a woman becomes pregnant, and when what is being begotten in her has been formed, comes to labor pains, until she brings forth what was conceived. And according to these things it also happens to the school-loving soul; for it conceives the word, which, when announced, it shapes, and forms it in order; and when, after forming and shaping it, it delivers it perfected, then it gives birth; and until it gives birth, it is heavy with labor pains. “I will speak, that I may find relief, having opened my lips.” He who meets an understanding listener, and is full of words, finds relief in speaking, having as it were emptied and cast off the excess.

§35

ΚΕΦ. ΛΕ΄. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἀλλ’ ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ’ ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μωσέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέπω τὸ νέφος ὑψηλὸν ἀπ’ ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμένον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπ’ ἐμοῦ. Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρτες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώμενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γένηται τὸ, « Μακάριοι ὧν ἀφέθησαν αἱ ἁμαρτίαι. » Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ὅρα ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, « Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. » Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι’ ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες ἄγγελοι. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ τοὺς λοιποὺς, « διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη3 τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά· » μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ ᾖς ἁμαρτωλὸς, πόρνος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ τετραπόδων γῆς, ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής.

​Chapter 35 “Look up to heaven.” He who lifts up his bodily eyes and sees heaven does not look up to heaven; for even dogs and donkeys have this looking up. No world-lover looks up to heaven, but he who does not love the world, nor the things in the world. Again, the clouds are not so high above us as, if I see the life of Moses, and his pleasing of God, and my own smallness and lowliness, so I see the cloud high above me; if I come to Joshua the son of Nun, to the lives of the prophets, if I examine their deeds, then I do what is written, and I understand how high the clouds are above me. “If you sinned, what will you do?” Do you know, then, he says, if you sinned, what you will do to undo what was sinned? If you sinned in words, heal yourself with better words; if you sinned in deeds, by distinguished deeds, healing yourself; but if the lawless deeds are many and incurable, for this reason, on account of the incurable things which we are unable to heal ourselves, Jesus Christ came from heaven, that He might heal the incurable things, and that it might happen: “Blessed are they whose sins are forgiven.” “He who appoints night watches.” See that Elihu goes through praises and hymns of God, saying of Him, “He who appoints night watches.” Do you wish to see how God appoints night watches? This whole age is night, it is darkness. The light is kept for you; for now you see through a glass, but you are destined to see the light sometime. Therefore, the whole age is night, and there is need of guards appointed for this night, so that the guards, those over the nights, may guard those in the nights from robbers, from wild beasts, from enemies. Who are the guards? The angels who pitch camp. “He who distinguishes me from the quadrupeds of the earth.” But according to the rest, “teaching us more than the beasts of the earth, and making us wiser than the birds flying through the air”; for man alone has been honored with reason. According to the account of creation, therefore, we have been distinguished from all animals; but if you are a sinner, a fornicator, cast down, you have not been distinguished from the quadrupeds of the earth, but you have been compared to the beasts, and you became like a horse and a mule, in which there is no understanding, and a horse mad after the female.

Syntax notes3 items
  1. 27προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν

    The combination of the aorist active participle προσθείς and the main verb εἶπεν reflects a Hebraic idiom ("adding, he spoke", i.e., "he spoke further"), which is highly characteristic of Biblical Greek.

  2. 27σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας

    The verb σύνοιδα ("to be conscious of") is used here in a construction with the dative reflexive pronoun ἐμαυτῷ and a nominative participle πράξας, meaning "to be conscious of having done something oneself."

  3. 35διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη

    The preposition ὑπέρ with the accusative is used here to express comparison, meaning "more than" or "beyond" ("teaching us more than the beasts"). This usage is more common in Hellenistic and Biblical Greek as a substitute for a comparative degree than in Classical Greek.

Translated by Gemini 3.5 Flash (published 2026-05-22) · Revisions to the English translation and the original (9, latest 2026-11-24)
  • 2026-11-24 AI review — patch 1
  • 2026-11-24 AI review — translation 2
  • 2026-09-22 AI review — source 1
  • 2026-09-21 AI review — source 5
urn:cts:greekLit:tlg2042.tlg057.humanitext-grc1:27-35