← Alexander of Aphrodisias

Commentary on Aristotle's Meteorology

§82.31-84.21

Order in Generation and the Cause of the Sea's Saltiness

Alexander affirms that the generation and destruction of sublunary things follow an order derived from the heavenly bodies, and then turns to Aristotle's explanation of the sea's saltiness. He explains that saltiness arises from the mixture of unmastered, undigested earthy dry exhalation with atmospheric vapor, which is subsequently carried down in rainfall.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§2.6#2

τὰ μὲν γὰρ οὐδὲ ἐπ’ ὀλίγον χρόνον τὰ αὐτὰ κατ’ ἀριθμὸν μένει, ὡς οἱ ποταμοί τε καὶ αἱ καιόμεναι φλόγες, τὰ δὲ μένει μὲν ἐπ’ ὀλίγον χρόνον καὶ οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, οὐ μὴν ἀεὶ μένει ὥστε ἀμετάβλητα εἶναι. πάντων γὰρ τῶν περὶ γῆν (τούτων γὰρ πάντων λέγει οὐχ ἁπλῶς πάντων, ἀλλὰ τούτων πάντων ὧν ἀρχὴ ἡ ἀναθυμίασις ἡ ἐκ γῆς), πάντων μέντοι τῶν κατὰ φύσιν γινομένων τε καὶ φθειρομένων τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν.1 σημειωτέον δὲ πάλιν ὅτι τάξιν τινὰ καὶ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ οὖσιν εἶναι λέγει, ἥτις τάξις παρὰ τὰ ἄστρα αὐτοῖς τῆς τοιαύτης μεταβολῆς γίνεται, ταῦτα δέ ἐστι τὰ θεῖα. εἰ δὲ τοῦτο, οὐκ ἀπρονοητὰ κατ’ αὐτὸν τὰ τῇδε. Κειμένου δὲ καὶ δεδειγμένου τοῦ καὶ τὰ τῆς θαλάσσης μόρια τὰ μὲν φθείρεσθαι τὰ δὲ γίνεσθαι, πειρατέον, φησίν, ἀποδοῦναι καὶ τῆς ἁλμυρότητος τῆς θαλάσσης τὴν αἰτίαν. φανερὸν δή φησιν εἶναι ὅτι γίνεται ὁ τοιοῦτος χυμὸς διὰ μῖξίν τινος. ἔν τε γὰρ τοῖς τῶν ζῴων σώμασι τὸ ἀπεπτότατον ἁλμυρόν τε καὶ πικρόν· τὸ γὰρ περίττωμα τοιοῦτον, ὃ δι’ ἀπεψίαν ὑπομένει. πᾶσα μὲν γὰρ ἡ ὑπόστασις καὶ πᾶν τὸ περίττωμα ἄπεπτον, μάλιστα δὲ τὸ εἰς τὴν κύστιν ἀθροιζόμενον, ὅπερ ἐστὶ τὸ οὖρον. τοῦ δὲ μάλιστα τοῦτο ἄπεπτον εἶναι σημεῖον παρέθετο τὸ εἶναι λεπτότατον αὐτό· πάντα δὲ τὰ πεττόμενα πρῶτον συνίσταται καὶ παχύνεται. δεύτερον δὲ ἄπεπτον εἶναι λέγει τὸν ἱδρῶτα. ἐν οἷς ἀμφοτέροις, τῷ τε ἱδρῶτι καὶ τῷ οὔρῳ τὸ αὐτὸ σῶμα συνεκκρίνεται, ὃ ποιεῖ τὸν χυμὸν τὸν ἐν αὐτοῖς πικρόν τε καὶ ἁλμυρόν. ὁμοίως δέ φησιν ἔχειν καὶ ἐπὶ τῶν καιομένων. καθόλου γὰρ ἐν οἷς ἂν μὴ κρατήσῃ τὸ θερμόν, τὸ μὴ κρατηθὲν γίνεται τὸν χυμὸν τοιοῦτον. ἔστι δὲ ἐν μὲν τοῖς ἡμετέροις σώμασι τὸ περίττωμα μὴ κρατούμενον ὑπὸ τοῦ θερμοῦ, ἐν δὲ τοῖς καιομένοις ἡ τέφρα. διὸ καί τινες εἶπον τὴν θάλασσαν ἐκ κατακεκαυμένης γίνεσθαι γῆς· λέγουσι γὰρ κατακαυθῆναί ποτε τὴν γῆν ταύτην, ἐν ᾗ νῦν ἐστιν ἡ θάλασσα, καὶ τὸ διὰ τῆς λειφθείσης τέφρας ὕδωρ διηθηθὲν γενέσθαι θάλασσαν. ἔστι δὲ τὸ μὲν οὕτως εἰπεῖν γεγονέναι τὴν θάλασσαν ἄτοπον, τὸ μέντοι ἐκ τοιαύτης αἰτίας τοιαύτην καὶ αὐτὴν εἶναι, ὁποίας καὶ ἡ τέφρα, ἀληθές. ὡς γὰρ ἐν τοῖς εἰρημένοις (ταῦτα δ’ ἔστι τό τε περίττωμα τῆς τροφῆς τὸ ἐν τοῖς ζῴοις, ὃ γίνεται διὰ τὸ μὴ κρατεῖσθαι ὑπὸ τοῦ θερμοῦ, καὶ ἐν τοῖς καιομένοις ἡ τέφρα) ὡς οὖν ἐν τούτοις ἔστι τινὰ ἃ μὴ κρατεῖται ὑπὸ τοῦ θερμοῦ, ἃ καὶ τὸν χυμὸν ἔχει τοιοῦτον, οὕτως ὑπολαβεῖν δεῖ καὶ ἐν τῷ παντὶ ἐκ τε τῶν φυομένων καὶ γινομένων πάντων κατὰ φύσιν καὶ τρεφομένων ὥσπερ ἐκ πεπυρωμένων τε καὶ πεπεμμένων διά τινα θερμότητα ὑπολείπεσθαί τινα ἄπεπτον γῆν οἷον ἐκτετεφρωμένην, καὶ δὴ καὶ τὴν ἐν τῇ ξηρᾷ ἀναθυμίασιν πᾶσαν εἶναι τοιαύτην· αὕτη γάρ, φησί, τὴν ξηρὰν λέγων ἀναθυμίασιν, καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος δηλονότι τοῦ ὕδατος ἁλμυρόν, ἢ αὕτη ἡ περιλειπομένη γῆ ἔκ τε τῶν γινομένων τε καὶ φυομένων καὶ τρεφομένων κατὰ φύσιν ἄπεπτος περιττεύουσά τε καὶ περιλειπομένη, γῆ οὖσα ὥσπερ τέφρα, παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως.2 μεμιγμένης δέ, ὡς προείρηται, τῆς τε ὑγρᾶς καὶ ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ἣν καὶ καπνώδη ἐν τοῖς πρώτοις εἶπεν, ἣν εἴρηκε πᾶσαν ἀπὸ τῆς μὴ κρατηθείσης ὑπὸ τοῦ θερμοῦ ἀλλ’ ἀπέπτου μεινάσης γίνεσθαι· οὐδέποτε γὰρ αὐτῶν ἡ ἑτέρα χωρὶς τῆς ἑτέρας ἀνάγεται, ἀλλ’ ἅμα ἀναγομένων ποτὲ μὲν ἡ ξηρὰ πλείων ποτὲ δὲ ἡ ὑγρὰ γίνεται· ἥτις ὅταν πλείων ᾖ καὶ διὰ τοῦτο γένηται αὐτῆς εἰς νέφος σύστασις, ἀναγκαῖον καὶ ταύτῃ τῆς ξηρᾶς τε καὶ ἀπέπτου δυνάμεως ἐμπεριλαμβάνεσθαί τι πλῆθος καὶ συγκαταφέρεσθαι τῷ ὑετῷ, τουτέστι τὸ ὕδωρ ἀπολαῦσαν ἐκείνης τῆς ἀναθυμιάσεως καὶ τῆς ἐν ἐκείνῃ ποιότητος, ὡς σώζειν ἐν αὑτῷ τινα χυμὸν τοιοῦτον, καταφέρεσθαι· καὶ τοῦτο ἀεὶ γίνεσθαι κατὰ τάξιν τινά, ἧς ἐνδέχεται τάξεως μετέχειν τὰ ἐξ ὕλης ὄντα καὶ ἐν γενέσει καὶ φθορᾷ· οὐ γὰρ ἀκριβοῦς καὶ ἀπαραβάτου, ὡς τὰ θεῖα, ἀλλὰ τῷ μὲν ὅλῳ ὁμοίως ἐχούσης, τοῖς δὲ καθ’ ἕκαστα οὐκ ἐξηκριβωμένης.

For some things do not remain the same in number even for a short time, as rivers and burning flames do, while others remain for a short time and do not have their being in coming to be, yet by no means remain always so as to be unchangeable. For [he says that] of all the things around the earth (for he means all these, not all things simply, but all those of which the exhalation from the earth is the starting-point), indeed of all things that come to be and perish according to nature, both generation and destruction are ordered. And it must be noted again that he says there is a certain order even in things that exist in generation and destruction, which order of such change comes to them from the heavenly bodies, and these are the divine things. And if this is so, the things here are not without providence according to him. Since it has been established and shown that the parts of the sea also partly perish and partly come to be, one must try, he says, to render also the cause of the saltiness of the sea. He says it is clear, then, that such a flavor comes to be through the mixture of something. For in the bodies of animals as well, what is most undigested is salty and bitter; for the residue is of such a kind, which remains through lack of digestion. For every sediment and every residue is undigested, but especially that which is collected into the bladder, which is urine. And as a sign that this is most undigested, he cited its being thinnest; for all things that are concocted first cohere and thicken. And secondly, he says that sweat is undigested. In both of these, sweat and urine, the same body is excreted together, which makes the flavor in them bitter and salty. And he says it is similar in the case of burning things as well. For in general, in whatever things the hot does not master, that which is not mastered becomes such in its flavor. And in our bodies, what is not mastered by the hot is residue, while in burning things it is ash. Therefore some also said that the sea comes to be from burnt earth; for they say that this earth in which the sea now is was once burnt up, and the water filtered through the remaining ash became sea. Now to say that the sea came to be in this way is absurd, yet that it itself is of such a kind from such a cause as ash is, is true. For just as in the cases mentioned (and these are the residue of food in animals, which comes to be through not being mastered by the hot, and ash in burning things)—just as in these, then, there are certain things not mastered by the hot, which also have such a flavor, so one must suppose that in the universe as well, from all the things that grow and come to be and are nourished according to nature, as if from things burnt and concocted through some heat, there is left behind a certain undigested earth as it were turned to ash, and indeed that all the exhalation in the dry 〔earth〕 is of such a kind. For ‘this,’ he says, speaking of the dry exhalation, also provides this great quantity, evidently of water, as salty, or this remaining earth—left over and remaining undigested from the things that come to be, grow, and are nourished according to nature, being earth like ash—provides this great quantity of the dry exhalation. And since, as has been said before, the moist, vaporous exhalation and the dry one (which he also called smoky in the first parts, and which he stated all comes to be from what is not mastered by the hot but remains unconcocted) are mingled together—for never is the one of them raised without the other, but as they are raised together sometimes the dry becomes greater, sometimes the moist—whenever this [moist one] is greater and for this reason a condensation into cloud occurs for it, it is necessary that a certain quantity of the dry and undigested capacity is also enclosed in this and carried down together with the rain, that is, the water, having partaken of that exhalation and the quality in it so as to preserve in itself a flavor of such a kind, is carried down. And this always occurs according to a certain order, such an order as things consisting of matter and existing in generation and destruction are capable of participating in; not an exact and inviolable order, as the divine things have, but one holding similarly in the whole, though not made exact in the particulars.

Syntax notes2 items
  1. 2.6πάντων γὰρ τῶν περὶ γῆν (τούτων γὰρ πάντων λέγει οὐχ ἁπλῶς πάντων, ἀλλὰ τούτων πάντων ὧν ἀρχὴ ἡ ἀναθυμίασις ἡ ἐκ γῆς), πάντων μέντοι τῶν κατὰ φύσιν γινομένων τε καὶ φθειρομένων τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν.

    The clause beginning with πάντων τῶν περὶ γῆν functions as an accusative and infinitive construction (τεταγμένην εἶναι τήν τε γένεσιν καὶ τὴν φθοράν) governed by the implied verb of saying (λέγει) carried over from the context. The repeated genitive phrase (πάντων γὰρ τῶν περὶ γῆν ... πάντων μέντοι τῶν...) is fronted before the accusative subject τήν τε γένεσιν καὶ τὴν φθοράν as an adnominal restrictive genitive.

  2. 2.6αὕτη γάρ, φησί, τὴν ξηρὰν λέγων ἀναθυμίασιν, καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος δηλονότι τοῦ ὕδατος ἁλμυρόν, ἢ αὕτη ἡ περιλειπομένη γῆ ἔκ τε τῶν γινομένων τε καὶ φυομένων καὶ τρεφομένων κατὰ φύσιν ἄπεπτος περιττεύουσά τε καὶ περιλειπομένη, γῆ οὖσα ὥσπερ τέφρα, παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως.

    Alexander presents two alternative syntactic readings of Aristotle's text regarding αὕτη... παρέχεται. In the first reading, the feminine demonstrative αὕτη refers to 'the dry exhalation' (ἡ ξηρὰ ἀναθυμίασις), which provides the great quantity of water as salty (παρέχεται τὸ πολὺ τοῦτο πλῆθος ... τοῦ ὕδατος ἁλμυρόν). In the second reading introduced by ἤ, the subject is 'this remaining earth' (ἡ περιλειπομένη γῆ), which provides the great quantity of the dry exhalation (παρέχεται τὸ πολὺ τοῦτο πλῆθος τῆς ξηρᾶς ἀναθυμιάσεως).

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:82.31-84.21