← Alexander of Aphrodisias

Commentary on Aristotle's Meteorology

§58.29-60.16

Cyclical Shifts of Dryness and Moisture in the Earth

Commenting on Aristotle's Meteorology 1.14 (351a19), Alexander explains that wetness and dryness in the earth are not permanent, but undergo cyclical transformations analogous to the life-stages of organisms driven by the sun's revolution, causing rivers to arise and vanish and land and sea to shift over great expanses of time.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§1.30#1

" Οὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ἔνυγροί εἰσιν οὔτε ξηροί." Οὐ δοκεῖ αὐτῷ ὅμοια τὰ τῆς γῆς μέρη ἀεὶ μένειν, ὡς τὰ μὲν ὑγρὰ αὐτῆς ἀεὶ ὑγρὰ εἶναι, τὰ δὲ ξηρὰ ἀεὶ ξηρά, ἀλλὰ μεταβάλλειν καὶ γίνεσθαι τὰ μὲν πρότερον ὑγρὰ ξηρά, πάλιν δὲ τὰ ξηρὰ ἐξυγραίνεσθαι, τοῦτο δὲ γίνεσθαι ὑπὸ τῶν ποταμῶν. τῷ γὰρ τούτων τοὺς μὲν ἐπιγεννᾶσθαι οὐ πρότερον ὄντας, τοὺς δὲ ὑπολείπειν τε καὶ φθείρεσθαι, ὡς μηκέτ’ εἶναι, τούτῳ ἕπεσθαι καὶ τὰς τῆς ὑγρᾶς τε καὶ ξηρᾶς γῆς μεταβολάς,1 ὑγραινομένων μὲν τῶν πρότερον αὐτῆς ξηρῶν μερῶν ὑπὸ τῶν ἐν τούτοις γεννωμένων ποταμῶν, τῶν δὲ πρότερον ὑγρῶν ξηραινομένων διὰ τὴν τῶν ἐν αὐτοῖς ὄντων ποταμῶν φθοράν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν λέγει καὶ τὰ κατὰ τὴν ἤπειρόν τε καὶ θάλασσαν ὑπαλλάσσεσθαι, δι’ ἣν καὶ τῶν ποταμῶν οἱ μὲν γίνονται πρότερον οὐκ ὄντες, οἱ δέ τινες φθείρονται. οὐ μὴν ἀτάκτως δεῖ, φησίν, ὑπολαμβάνειν τὰ τοιαῦτα γίνεσθαι περὶ τὴν γῆν πάθη, ἀλλὰ κατὰ τάξιν τινὰ καὶ περίοδον. αἰτία δὲ καὶ ἀρχὴ τῶν τοιούτων μεταβολῶν τε καὶ παθῶν ἐστιν, ὥς φησιν, ὅτι ὥσπερ τὰ τῶν ζῴων τε καὶ τὰ τῶν φυτῶν σώματα ἀκμήν τινα καὶ γῆρας ἔχει κατὰ φύσιν, οὕτως δὲ καὶ τὰ τῆς γῆς ἐντός. διαφέρει δ’ ὅτι ἐπὶ μὲν τῶν προειρημένων ἡ ἀκμή τε καὶ ἡ παρακμὴ οὐκ ἄλλοτε ἄλλου μέρους ἀκμάζοντός τε καὶ παρακμάζοντος, ἀλλ’ ἅμα πάντα ἐν τούτοις γίνεται· καὶ γὰρ ἀκμάζει ἅμα πάντα ἐν τούτοις γηράσκει τε καὶ φθίνει πάλιν ἅμα πάντα· τῇ δὲ γῇ κατὰ μέρη τοῦτο γίνεται· γίνεται γὰρ αὐτῇ ἡ τοιαύτη μεταβολὴ διὰ ψῦξίν τε καὶ θερμότητα, ἔστι δὲ ἄλλοτε ἄλλα αὐτῆς ψυχόμενά τε καὶ θερμαινόμενα. ὡς γὰρ τοῖς ζῴοις τε καὶ τοῖς ἐμψύχοις ἡ τοῦ ἡλίου περιφορὰ αἰτία αὐξήσεώς τε καὶ μειώσεως (προσιὼν μὲν γὰρ σωτηρίας τε καὶ αὐξήσεως, ἀπιὼν δὲ μειώσεώς τε καὶ φθορᾶς αἴτιος, ὡς δῆλον ἐκ τῶν ἐπετείων· ταῦτα γὰρ προσιόντος μὲν αὐτοῖς τοῦ ἡλίου αὔξεται, ἀπιόντος δὲ φθίνει τε καὶ φθείρεται) ὡς δ’ ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν πολυχρονιωτέρων, ὧν ἡ αὔξησις πλείονι χρόνῳ καὶ ἡ φθίσις· ὧν γὰρ ἡ αὔξησις τοσαύταις ἡλίου προσόδοις, τούτων καὶ ἡ μείωσις καὶ ἡ φθίσις τοσαῖσδε ἀφόδοις. ὡς οὖν ταῦτα διὰ τὴν τοῦ ἡλίου περιφορὰν αὔξεταί τε καὶ φθίνει, οὕτω καὶ τὰ τῆς γῆς μέρη παρὰ τῆς προσόδου τε τοῦ ἡλίου καὶ ἀφόδου, καὶ ὅλως παρὰ τῆς ἐκείνου περιφορᾶς τήν τε ἀκμὴν καὶ τὴν παρακμὴν λαμβάνει, ὡς μέχρι μέν τινος δύνασθαι ἀκμάζειν τε καὶ ἔνυγρα διαμένειν, εἶτα ξηραίνεσθαί τε καὶ γηράσκειν πάλιν. γῆρας δὲ τῆς γῆς εἶπε τὴν ξηρότητα, μετενεγκὼν ἀπὸ τῶν ζῴων. ἕπεται δὲ τὸ τῶν μὲν τόπων τε καὶ μορίων τῆς γῆς τῶν ξηραινομένων καὶ τὰς πηγὰς τὰς ἐν αὐτῇ πρῶτον μὲν μειοῦσθαι, ἔπειτα δὲ καὶ φθείρεσθαι, τούτων δὲ γινομένων τὸ καὶ τοὺς ποταμοὺς τοὺς ἀπὸ τούτων ῥέοντας πρῶτον μὲν ἐλάττους γίνεσθαι, ἔπειτα δὲ καὶ τέλεον ἀπόλλυσθαι, τῶν δὲ ποταμῶν τοῦτο πασχόντων καὶ μεθισταμένων, ὡς ἔνθα μὲν γίνεσθαι κατὰ τὰ ἀκμάζοντα μέρη τῆς γῆς, ἔνθα δὲ φθείρεσθαι ὡς ἐκ τῶν παρακμαζόντων τὸ καὶ τὴν θάλασσαν τοὺς μὲν ἐπιλείπειν τῶν τῆς γῆς τόπων, τοὺς δὲ ἐπιλαμβάνειν. προστίθησι δ’ ἑξῆς τὰ γινόμενα περὶ τὴν θάλασσαν ἐπιλειπόντων τε τῶν ποταμῶν καὶ ἐπιρρεόντων· δι’ ἄμφω γὰρ μέρη τινὰ αὐτῆς ξηραίνεται. ὅπου μὲν γὰρ πληθυνόντων τῶν ποταμῶν ὑπερεχεῖτο ἡ θάλασσα ἐξωθουμένη διὰ τὴν ἐκείνων ἐπίρρυσιν, ταῦτα συμβαίνει ξηραίνεσθαι ὑπονοστούσης τῆς θαλάσσης, τῷ μηκέτ’ ἐπιρρεόντων αὐτῶν μηκέτι ἐξωθεῖσθαί τε εἰς αὐτὰ καὶ ὑπερχεῖσθαι· καθ’ ὃ δὲ μέρος πάλιν τὰ τῶν ποταμῶν ῥεύματα ἐμβάλλοντα εἰς αὐτὴν ηὖξεν αὐτὴν καὶ προσέχου, κατὰ ταὐτὰ πάλιν διὰ τὴν πρόσχωσιν λιμνάζειν τε αὐτὴν καὶ κατ’ ὀλίγον ξηραίνεσθαί τε καὶ γίνεσθαι γῆν, ὑπερχεῖσθαι μέντοι καὶ ἄλλα τινὰ ἐπιλαμβάνειν μέρη. τοῦ δὲ μὴ γνωρίμας γίνεσθαι τὰς τοιαύτας μεταβολὰς αἰτίαν φησὶν εἶναι τὸ πᾶσαν τὴν φυσικὴν μεταβολὴν τὴν περὶ γῆν ἐκ προσαγωγῆς καὶ κατ’ ὀλίγον γίνεσθαι καὶ ἐν χρόνοις μακροῖς ὡς πρὸς τὴν ἡμετέραν ζωήν.

”The same places of the earth are not always wet nor dry.” He does not think that the parts of the earth always remain the same, so that its moist parts are always moist and its dry parts always dry, but rather that they change and those formerly moist become dry, while in turn the dry are moistened, and that this happens because of the rivers. For because some of these are newly generated that previously were not, and others fail and perish so as no longer to exist, by this there follow also the changes of the moist and dry earth, with the formerly dry parts of it being moistened by the rivers generated in them, and the formerly moist being dried out because of the destruction of the rivers in them. And he says that for the same cause things concerning the mainland and sea are altered, through which cause also some of the rivers come into being that previously were not, while some perish. Yet, he says, one must not suppose that such affections occur in disordered fashion around the earth, but according to a certain order and period. And the cause and principle of such changes and affections is, as he says, that just as the bodies of animals and plants have naturally a certain prime and old age, so too the interior parts of the earth. But it differs in that, in the case of the aforementioned things, the prime and decline do not occur with different parts being at their prime and declining at different times, but all things occur simultaneously in them; for indeed all things simultaneously reach their prime in them, and grow old and decline again all simultaneously; but for the earth this happens part by part. For such a change happens to it on account of cooling and heating, and different parts of it are cooled and heated at different times. For just as for animals and ensouled beings the revolution of the sun is the cause of increase and decrease (for as it approaches it is the cause of preservation and growth, but as it departs the cause of diminution and decay, as is clear from annual creatures; for these grow as the sun approaches them, but decline and perish as it departs), and as in their case, so also in the case of more long-lived beings, whose growth takes more time and whose decline does as well; for those whose growth requires so many approaches of the sun, their diminution and decline also require so many departures. Just as these things, therefore, grow and decline on account of the sun’s revolution, so also the parts of the earth receive their prime and decline from the approach and departure of the sun, and generally from its revolution, so that up to a certain point they can be at their prime and remain wet, and then be dried out and grow old again. And he called the dryness of the earth “old age”, transferring the term from animals by metaphor. And there follows, while the places and parts of the earth dry out, the fact that the springs in it are first diminished, then also perish, and as this happens, the fact that the rivers flowing from these also first become smaller, then completely perish; and while the rivers undergo this and shift, so as to arise here along the prime parts of the earth, but perish there as if out of the declining parts, there follows also the fact that the sea leaves some places of the earth and occupies others. And next he adds what happens concerning the sea when rivers fail and when they flow in; for on account of both certain parts of it dry up. For where, when the rivers were full, the sea overflowed, pushed out by their inflow, these places happen to dry up when the sea recedes, by virtue of the fact that, when they no longer flow in, it is no longer pushed out into them and overflowing; and where in turn the streams of rivers falling into it enlarged it and silted it up, at those same parts in turn, on account of the silting up, it forms a marsh and little by little dries out and becomes land, while overflowing, however, and occupying other parts. And he says that the cause of such changes not being noticeable is that every natural change concerning the earth occurs gradually and little by little, and in times long in relation to our life.

Syntax notes2 items
  1. 1.30τῷ γὰρ τούτων τοὺς μὲν ἐπιγεννᾶσθαι οὐ πρότερον ὄντας, τοὺς δὲ ὑπολείπειν τε καὶ φθείρεσθαι, ὡς μηκέτ’ εἶναι, τούτῳ ἕπεσθαι καὶ τὰς τῆς ὑγρᾶς τε καὶ ξηρᾶς γῆς μεταβολάς

    The causal dative articular infinitive (τῷ... ἐπιγεννᾶσθαι... φθείρεσθαι) is resumed by the dative demonstrative τούτῳ governing ἕπεσθαι (an infinitive in indirect discourse), establishing river emergence and extinction as the direct cause of the terrestrial shifts between wet and dry.

  2. 1.30ἕπεται δὲ τὸ τῶν μὲν τόπων τε καὶ μορίων τῆς γῆς τῶν ξηραινομένων καὶ τὰς πηγὰς τὰς ἐν αὐτῇ πρῶτον μὲν μειοῦσθαι, ἔπειτα δὲ καὶ φθείρεσθαι, τούτων δὲ γινομένων τὸ καὶ τοὺς ποταμοὺς τοὺς ἀπὸ τούτων ῥέοντας πρῶτον μὲν ἐλάττους γίνεσθαι, ἔπειτα δὲ καὶ τέλεον ἀπόλλυσθαι, τῶν δὲ ποταμῶν τοῦτο πασχόντων καὶ μεθισταμένων, ὡς ἔνθα μὲν γίνεσθαι κατὰ τὰ ἀκμάζοντα μέρη τῆς γῆς, ἔνθα δὲ φθείρεσθαι ὡς ἐκ τῶν παρακμαζόντων τὸ καὶ τὴν θάλασσαν τοὺς μὲν ἐπιλείπειν τῶν τῆς γῆς τόπων, τοὺς δὲ ἐπιλαμβάνειν

    The main verb ἕπεται governs three parallel articular infinitival clauses (τὸ... τὰς πηγὰς... μειοῦσθαι..., τὸ καὶ τοὺς ποταμοὺς... ἐλάττους γίνεσθαι..., τὸ καὶ τὴν θάλασσαν... ἐπιλείπειν...) representing consecutive stages in a causal chain, intertwined with transitional genitive absolutes (τούτων δὲ γινομένων, τῶν δὲ ποταμῶν τοῦτο πασχόντων...).

    Not located in the text

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:58.29-60.16