← Dio Chrysostom

Orations

§2.71-2.79

Divine Judgment on Tyrants and Praise for Aristotle

Through the allegory of the bull, divine reward and retribution toward true kings and tyrannical rulers are expounded, leading Philip to praise Aristotle's tuition of Alexander.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§2.71

τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν,1 δικαίως καὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπʼ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν· θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῷ τεταγμένους.

​namely, that one should rule, appearing superior to his fellow men, holding leadership justly and in accordance with nature; that he should preserve the multitude of his subjects, deliberating for them and fighting in their defense whenever necessary, guarding them from fierce and lawless tyrants; that against the kings of other nations, if there be any, he should compete in virtue and seek, if possible, to prevail for the benefit of all ​men everywhere; and furthermore, that he should follow the superior beings, the gods, as I think one follows good herdsmen, and honor the better and more blessed nature, regarding them as his own masters and rulers, and presenting first himself, and then those marshaled under him, as the most precious possession of the supreme and primal king, God.

§2.73

καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτο μὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθʼ ἡσυχίαν διʼ ἔκπληξιν καὶ φόβον· τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης· τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται.

​For just as prudent herdsmen—whenever a bull becomes difficult and wild, ruling insolently against nature, despising and mistreating his own herd, yet shrinking before outside predators and thrusting forward the helpless multitude, and in the absence of danger behaving insolently and aggressively, at one moment bellowing sharply and menacingly, at another striking down the unresisting with upraised horns, displaying his strength against the weaker and those not fighting, and not allowing the herd of kine to graze in peace through panic and fear—then the masters and oxherds remove and make away with him, as being neither suitable nor profitable to lead the herd; whereas the bull that is ​gentle to the following cows, but stout-hearted and fearless against wild beasts, dignified and magnificent, capable of guarding and leading the herd, yet yielding and obedient to the herdsmen, they leave until extreme old age, even if his body has already grown rather heavy;

§2.75

ὁμοίως δὲ καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅ τε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδʼ ἔχων, ὡς ἔλαττον αὑτοῦ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν,2 ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων.

​in like manner also the gods and the truly great King of kings, the common guardian and father of men and gods, whenever someone among men becomes a violent, unjust, and lawless ruler, displaying his strength not against enemies but against subjects and friends, insatiable of pleasures, insatiable of wealth, quick to suspect, implacable when angered, eager for slander, deaf to reason, villainous, treacherous, base, arrogant, promoting the wicked, envying the better, devoid of understanding for culture, regarding and keeping no one as a friend, since he views 〔a friend〕 as a possession inferior to himself—him ​He puts out of the way and removes, as not being worthy to reign or share in His own honor and title, with shame and outrage, just as, I think, befell Phalaris, Apollodorus, and many others like them.

§2.77

τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος3 ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας· ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλʼ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα.

​On the other hand, the ruler who is brave, philanthropic, benevolent to his subjects, honoring virtue and striving anxiously lest he seem inferior to any good man, forcing the unjust to repent, and aiding the weak, Him He, admiring his virtue, usually leads to old age, just as we hear concerning Cyrus, Deioces the Mede, Idanthyrsus the Scythian, Leucon, and many of the Spartan kings, as well as some of those formerly in Egypt; and if the ​necessity of destiny should press upon him before old age, yet at least He deems him worthy of good memory and perpetual praise among all men, just as—Alexander said—with our ancestor Heracles, who was deemed the son of Zeus on account of his virtue.

§2.79

ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον.

​When Philip heard this, he was delighted and said: “It is not in vain, Alexander, that we hold Aristotle in high regard and granted him the rebuilding of his native city, Stageira in the Olynthian territory. For the man is worthy of many great gifts, if he teaches you such things concerning rule and kingship, whether expounding Homer or in some other manner.”

Syntax notes3 items
  1. 2.71τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν

    The articular infinitive clause τὸ δεῖν ... ἄρχειν stands in apposition to the demonstrative pronoun τοῦτο at the end of the previous passage, functioning as the object of the potential optative θείη ἄν to unpack the specific contents of the kingly instruction.

  2. 2.75ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων ... ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν

    The generalized relative clause ὃς ἂν ... ἄρχων precedes its referent without an antecedent; the demonstrative ἐκεῖνον in the main clause picks it up as the direct object of the main verbs ἐποιήσατο καὶ μετέστησεν (correlative construction).

  3. 2.77τῆς ἀρετῆς ἀγάμενος

    The genitive τῆς ἀρετῆς governed by the participle ἀγάμενος (from ἄγαμαι, "admire, wonder at") is a genitive of cause or reason ("admiring his virtue"), expressing the motivation of the divine subject.

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.71-2.79