- Source
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- Translation
- AI-generated (gemini-3.5-flash) — machine translation; may contain errors
- Languages
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.36.1-10.36.10
- Generated
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-04
Pausanias describes the road from Stiris to Ambrossus and its local plant 'coccus', noting the double wall built by the Thebans. He then guides the reader on the road to Anticyra, its history, the local hellebore, and attractions such as the temple of Poseidon and other sites.
ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως· πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον.1 ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι· τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς. γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
From Stiris to Ambrossus is about sixty stades; the road is flat, a plain lying in the midst of mountains. Vines occupy the greater part of the plain, and in the land of the Ambrossians there also grow shrubs, though not continuously like the vines; this shrub the Ionians and the rest of the Greeks call coccus, but the Galatians above Phrygia name it hys in their native tongue. This coccus grows to the size of the shrub called rhamnus; its leaves are darker and softer than those of the mastic tree, but in other respects it resembles the mastic.
ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου, μέγεθος δέ ἐστι κατὰ ὄροβον. γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον· τοῦτο εἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταί τε αὐτίκα καὶ ἐοικὸς κώνωπι φαίνοιτο ἄν· νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆς κόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου.
Its fruit is like the fruit of the nightshade, and in size it is about that of a bitter vetch. There breeds in the fruit of the coccus a small insect; if this should reach the air when the fruit is ripe, it flies away at once and would look like a gnat. But as it is, before the insect stirs, they gather the fruit of the coccus, and the blood of the insect serves as a dye for wool.
ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί· τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου. Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος· τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ· κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς,2 τὸ δὲ ὕψος ἐς ἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε·
Ambrossus lies under Mount Parnassus, and on the other side of it is Delphi; they say the city got its name from a hero Ambrossus. The Thebans, when entering upon the war against the Macedonians and Philip, surrounded Ambrossus with a double wall. It is made of local stone, black in color and extremely strong. Each circle of the wall is in width a little less than a fathom, and the height is two fathoms and a half, where the wall has not suffered damage.
διάστημα δὲ ἀπὸ τοῦ προτέρου τῶν κύκλων ἐπὶ τὸν δεύτερόν ἐστιν ὀργυιά· κατασκευὴ δὲ πύργων ἢ ἐπάλξεων ἢ εἴ τι ἄλλο ἐς εὐπρέπειαν τείχους, παρεῖται τὰ πάντα σφίσιν ἅτε τειχίζουσιν3 ἐπὶ μόνῳ τῷ αὐτίκα ἀμύνεσθαι. ἔστι δὲ ἀγορά τε Ἀμβροσσεῦσιν οὐ μεγάλη καὶ ἀνδριάντων ἐν αὐτῇ λίθου πεποιημένων κατεάγασιν οἱ πολλοί.
The distance from the outer circle to the second is a fathom. The construction of towers or battlements, or anything else for the embellishment of a wall, was entirely omitted by them, as they were building the wall solely for immediate defense. The Ambrossians have a marketplace of no great size, and most of the stone statues in it are broken.
τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός· ἀναβάντι δὲ ὅσον δύο στάδια ὁμαλές τε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστιν Ἀρτέμιδος. ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ· τῷ δὲ ἀγάλματι ἐργασία τέ ἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται. τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι. τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇ πόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτι ἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα· εἶναι γὰρ δὴ τὸν Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν.
For one turning toward Anticyra, the road is at first uphill. When you have ascended about two stades, there is a level place, and on the right of the road is a sanctuary of Artemis surnamed Dictynna. This goddess the Ambrossians hold in the highest honor; the image is of Aeginetan workmanship and is made of black stone. The road from the sanctuary of Dictynna to Anticyra is downhill all the way. They say that in older times the name of the city was Cyparissus, and that Homer in the list of Phocians chose to put that name, although it was already at that time called Anticyra; for Anticyreus was of the same age as Heracles.
κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰ ἐρείπια· ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐν Δελφοῖς Ἀντικυρέας. Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ Ἀμύντου Φίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοι Φιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων· ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνειν Ἀθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης.
The city lies opposite the ruins of Medeon; and I showed at the beginning of my account of Phocis that the Anticyreans committed sacrilege against the sanctuary in Delphi. The Anticyreans were driven from their homes both by Philip, the son of Amyntas, and for a second time by Otilius the Roman, because they too were subjects of Philip, the son of Demetrius, when he ruled the Macedonians; Otilius had been dispatched from Rome to defend the Athenians against Philip.
τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυραν πετρώδη τε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος. ὁ μὲν αὐτοῦ μέλας χωρεῖ τε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς διʼ ἐμέτου καθαίρειν πέφυκε· τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν.
The mountains above Anticyra are extremely rocky, and in them hellebore grows in great abundance. The black variety of it purges the bowels of men, while the other, the white, is of a nature to purge by vomiting; the drug for purging is the root of the hellebore.
Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένι Ποσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις· κεκονίαται δὲ τὰ ἐντός. τὸ δὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν· κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.
The Anticyreans have bronze statues in their marketplace, and they have at the harbor a sanctuary of Poseidon of no great size, built of selected stones; the inside is plastered. The image is standing and made of bronze, stepping on a dolphin with one of its feet; on this same side it has its hand upon its thigh, and in the other hand is a trident.
τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλο γυμνάσιόν ἐστιν ἀρχαῖον· ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς· φησὶ δʼ ἐπʼ αὐτῷ τὸ ἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαι νίκην. εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίας φαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς· αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασι παρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς.
Beyond the gymnasium in which their baths have been made, there is another ancient gymnasium; a bronze statue stands in it; the inscription upon it says that Xenodamus, a pancratiast from Anticyra, won an Olympic victory among men. If the inscription speaks the truth, Xenodamus would appear to have received the wild-olive crown in the two hundred and eleventh Olympiad; and this Olympiad alone of them all is omitted in the records of the Eleans.
ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατος πηγή· σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφός τε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες. ἔστι δὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα· ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶ ἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναι λέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ.
Above the marketplace there is a spring of water in a well; as a shelter from the sun, the well has a roof and pillars supporting the roof. Not far above the well is a tomb built of ordinary stones; they say that the sons of Iphitus are buried here, one having returned safely from Ilium and died at home, while they say that Schedius met his end in the land of Troy, but his bones also were brought home.
- 10.36.1ὀρῶν ἐν μέσῳ πεδίον κείμενον
The nominative noun with the participle functions as an apposition or absolute construction explaining and supplementing the preceding description.
- 10.36.3ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς
The genitive ὀργυιᾶς is a genitive of separation or comparison required by the verb ἀποδέω (to fall short of), indicating the standard of measure (one fathom).
- 10.36.4ἅτε τειχίζουσιν
The conjunction ἅτε introduces an objective cause with a participle, here using the dative present participle τειχίζουσιν agreeing with the dative pronoun σφίσιν in the main clause.
