← Dionysius of Halicarnassus

First Letter to Ammaeus

§9-10

Chronology from Philochorus and the Dates of Speeches

The author cites Philochorus' chronicle to date the Olynthian War mentioned by Aristotle, and demonstrates through a chronological succession of archons that Demosthenes' major Philippic and judicial speeches preceded the publication of Aristotle's rhetorical treatises.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§9

οὑτωσὶ μὲν δὴ σαφῶς αὐτὸς ὁ φιλόσοφος ἀποδεικνύει μετὰ τὸν Ὀλυνθιακὸν πόλεμον γεγραμμένας ὑπʼ αὐτοῦ τὰς τέχνας.1 οὗτος δʼ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ. ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θρᾴκης θλιβομένων τῷ πολέμῳ καὶ πρεσβευσαμένων Ἀθήναζε Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντῳ στρατηγόν· ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν ἦλθεν εἰς τήν τε Παλλήνην καὶ τὴν Βοττιαίαν μετʼ Ὀλυνθίων καὶ τὴν χώραν ἐπόρθησεν. ἔπειθʼ ὑπὲρ τῆς τρίτης συμμαχίας λέγει ταυτί· πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλʼ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός.

​In this way, then, the philosopher himself clearly demonstrates that his rhetorical treatises were written after the Olynthian War. And this war occurred during the archonship of Callimachus, as Philochorus makes clear in the sixth book of his Atthis, writing verbatim as follows: “Callimachus of Pergase: in his archonship, when the Olynthians were being besieged by Philip and sent ambassadors to Athens, the Athenians made an alliance and dispatched assistance consisting of two thousand peltasts, and thirty triremes under Chares along with eight which they manned in addition.” Then, having briefly recounted the intervening events, he records these words: “Around the same time, when the Chalcidians in Thrace were hard pressed by the war and sent ambassadors to Athens, the Athenians dispatched to them Charidemus, the general in the Hellespont; who, with eighteen triremes, four thousand peltasts, and one hundred and fifty horsemen, marched with the Olynthians into Pallene and Bottiaea and ravaged the countryside.” Then, concerning the third alliance, he says these words: “Again, when the Olynthians sent ambassadors to Athens and begged them not to overlook their being overcome by war, but in addition to the existing forces to send an auxiliary force not composed of mercenaries but of the Athenians themselves, the people sent to them seventeen other triremes, two thousand hoplites from among the citizens, and three hundred horsemen in horse transports, appointing Chares general of the entire expedition.”

§10

ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποιῆσαι τὴν φιλοτιμίαν2 τῶν ἀξιούντων τὰς Ἀριστοτέλους ἐζηλωκέναι τέχνας τὸν Δημοσθένη, ὃς ἤδη τέτταρας μὲν ἔτυχεν εἰρηκὼς δημηγορίας Φιλιππικάς, τρεῖς δὲ Ἑλληνικάς, πέντε δὲ λόγους δημοσίους εἰς δικαστήρια γεγραφώς, οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν3 ὡς εὐτελεῖς τινας καὶ φαύλους καὶ μηδὲν ἐπιφαίνοντας τεχνικόν, ἐπειδὴ πρὸ τῶν Ἀριστοτέλους συνετάχθησαν τεχνῶν. οὐ μὴν ἔγωγε μέχρι τούτου προελθὼν στήσομαι, ἀλλὰ καὶ τοὺς ἄλλους αὐτοῦ λόγους τοὺς μάλιστʼ εὐδοκιμοῦντας ἐπιδείξω τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς πρότερον ἀπηγγελμένους τῆς ἐκδόσεως τούτων τῶν τεχνῶν, μάρτυρι πάλιν αὐτῷ χρώμενος Ἀριστοτέλει. μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφʼ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλος ἔστιν ἄρχων, καθʼ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. ἔπειτα Θεμιστοκλῆς, ἐφʼ οὗ τὴν πέμπτην τῶν κατὰ Φιλίππου δημηγοριῶν ἀπήγγειλε Δημοσθένης περὶ τῆς φυλακῆς τῶν νησιωτῶν καὶ τῶν ἐν Ἑλλησπόντῳ πόλεων, ἧς ἐστιν ἀρχή· ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δεδυνήμεθα εὑρεῖν, ταῦτʼ ἐστίν. μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφʼ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην· ἀρχὴ δὲ ταύτης τῆς δημηγορίας ἐστὶν ἥδε· ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα. μετὰ δὲ Ἀρχίαν ἔστιν Εὔβουλος· εἶτα Λυκίσκος, ἐφʼ οὗ τὴν ἑβδόμην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τὰς ἐκ Πελοποννήσου πρεσβείας, ταύτην τὴν ἀρχὴν ποιησάμενος· ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται. μετὰ Λυκίσκον ἔστιν ἄρχων Πυθόδοτος, ἐφʼ οὗ τὴν ὀγδόην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τοὺς Φιλίππου πρέσβεις, ἧς ἐστιν ἀρχή ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, καὶ τὸν κατʼ Αἰσχίνου συνετάξατο λόγον, ὅτε τὰς εὐθύνας ἐδίδου τῆς δευτέρας πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους. μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφʼ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διοπείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην· ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας· καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδάσκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή· πολλῶν ὦ ἄνδρες Ἀθηναῖοι λόγων γιγνομένων. μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφʼ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διελήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν, ἧς ἐστιν ἀρχή· καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι. ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφʼ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλεμον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου· καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρχὴν ἔχουσα ταύτην· ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον.

​These things having been stated are thus sufficient to expose the vanity of those claiming that Demosthenes imitated Aristotle’s rhetorical treatises—he who had already happened to deliver four Philippic public speeches, three Hellenic speeches, and to have written five public speeches for courts of law, which no one could slander as cheap, worthless, or showing nothing artistic just because they were composed prior to Aristotle’s treatises. Nevertheless, I will not stop having advanced up to this point, but I will demonstrate that his other most celebrated speeches as well, both deliberative and judicial, were delivered prior to the publication of these treatises, employing Aristotle himself once again as witness. For after the archon Callimachus, under whom the Athenians, persuaded by Demosthenes, sent the expeditions to Olynthus, Theophilus was archon, under whom Philip conquered the city of the Olynthians. Then Themistocles, under whom Demosthenes delivered the fifth of the speeches against Philip concerning the defense of the islanders and the cities in the Hellespont, whose beginning is: ‘What we, men of Athens, have been able to discover is this.’ After Themistocles was Archias, under whom he advises the Athenians not to prevent Philip from taking part in the Amphictyony nor to offer a pretext for war, having newly made peace with him; and the beginning of this deliberative speech is this: ‘I see, men of Athens, the present situation.’ After Archias was Eubulus; then Lyciscus, under whom he delivered the seventh of the Philippic speeches to the embassies from the Peloponnese, making this beginning: ‘Whenever, men of Athens, speeches take place.’ After Lyciscus was the archon Pythodotus, under whom he delivered the eighth of the Philippic speeches to the ambassadors of Philip, of which the beginning is: ‘Men of Athens, it is not possible that the accusations...’, and he composed the speech against Aeschines when he was submitting the accounts of the second embassy regarding the oaths. After Pythodotus was Sosigenes, under whom he delivered the ninth speech against Philip concerning the soldiers in the Chersonese, so that the mercenary force under Diopeithes would not be disbanded, which has this beginning: ‘All who speak, men of Athens, ought to have...’; and under the same archon the tenth, in which he attempts to show that Philip is breaking the peace and is the first to wage war, whose beginning is: ‘Though many speeches are being made, men of Athens.’ After Sosigenes the archon was Nicomachus, under whom he delivered the eleventh speech concerning Philip’s having broken the peace and persuaded the Athenians to send aid to the Byzantines, whose beginning is: ‘Believing, men of Athens, these matters to be both serious.’ After Nicomachus comes the archon Theophrastus, under whom he persuades the Athenians to endure the war nobly on the grounds that Philip had already declared it; and this is the last of the speeches against Philip, having this beginning: ‘That Philip, men of Athens, did not make peace with you, but merely postponed the war.’

Syntax notes3 items
  1. 9γεγραμμένας ὑπʼ αὐτοῦ τὰς τέχνας

    Supplementary participle in indirect discourse governed by ἀποδεικνύει, functioning equivalent to an ὅτι clause: 'demonstrates that the treatises were written by him'.

  2. 10ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποιῆσαι τὴν φιλοτιμίαν

    The verb ἀπόχρη ('it is sufficient') takes the neuter plural nominative participial phrase καὶ ταῦτα ῥηθέντα as subject, complemented by the infinitive ποιῆσαι ('to make manifest').

  3. 10οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν

    Relative clause introduced by οὓς with potential optative ἂν ἔχοι and complementary infinitive διαβαλεῖν. ἔχω with an infinitive denotes capability ('no one could slander').

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0081.tlg008.humanitext-grc2:9-10