← Xenophon

Cyropaedia

§8.2.14-8.2.21

The Good Shepherd and the Lesson to Croesus

Comparing the duties of a good king to those of a good shepherd, Cyrus refutes Croesus' criticism of his generosity by demonstrating that enriching friends yields far greater treasures and security than hoarding gold.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§8.2.14

καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται ὡς λέγοι παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως ἀγαθοῦ· τόν τε γὰρ νομέα χρῆναι ἔφη εὐδαίμονα τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς, ἣ δὴ προβάτων εὐδαιμονία, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς. οὐδὲν οὖν θαυμαστόν, εἴπερ ταύτην εἶχε τὴν γνώμην, τὸ φιλονίκως ἔχειν πάντων ἀνθρώπων θεραπείᾳ περιγίγνεσθαι.

​A saying of his is also remembered, to the effect that the duties of a good shepherd and a good king are very similar: for he said that a shepherd ought to make use of his flocks while making them happy—such as the happiness of sheep indeed is—and that a king likewise ought to make use of cities and men while making them happy. It is no wonder, then, if he held this opinion, that he was ambitious to surpass all men in showing them attentive care.

§8.2.15

καλὸν δʼ ἐπίδειγμα καὶ τοῦτο λέγεται Κῦρος ἐπιδεῖξαι Κροίσῳ, ὅτε ἐνουθέτει αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐξὸν αὐτῷ θησαυροὺς χρυσοῦ πλείστους ἑνί γε ἀνδρὶ ἐν τῷ οἴκῳ καταθέσθαι·1

​And Cyrus is said to have presented this too as a fine proof to Croesus, when the latter admonished him, saying that because he gave away so much he would become poor, even though it was possible for him to store up in his house the greatest treasures of gold for any single man.

§8.2.16

καὶ τὸν Κῦρον λέγεται ἐρέσθαι· καὶ πόσα ἂν ἤδη οἴει μοι χρήματα εἶναι, εἰ συνέλεγον χρυσίον2 ὥσπερ σὺ κελεύεις ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι; καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. καὶ τὸν Κῦρον πρὸς ταῦτα, ἄγε δή, φάναι, ὦ Κροῖσε, σύμπεμψον ἄνδρα σὺν Ὑστάσπᾳ τουτῳῒ ὅτῳ σὺ πιστεύεις μάλιστα. σὺ δέ, ὦ Ὑστάσπα, ἔφη, περιελθὼν πρὸς τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα· καὶ γὰρ τῷ ὄντι προσδέομαι· καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύνηται πορίσαι μοι χρήματα γράψαντας καὶ κατασημηναμένους δοῦναι τὴν ἐπιστολὴν τῷ Κροίσου θεράποντι φέρειν.

​And Cyrus is said to have asked: “And how much wealth do you think I would have by now, if I had been amassing gold, as you urge, ever since I have been in power?” And when Croesus named an immense sum, Cyrus said in reply: “Come then, Croesus, send along with Hystaspes here the man whom you trust most. And you, Hystaspes,” he said, “go around to my friends and tell them that I need gold for a certain enterprise—for in fact I do need more—and bid them write down whatever amount of money each is able to provide for me, seal the letter, and give it to Croesus’ servant to carry back.”

§8.2.17

ταῦτα δὲ ὅσα ἔλεγε καὶ γράψας καὶ σημηνάμενος ἐδίδου τῷ Ὑστάσπᾳ φέρειν πρὸς τοὺς φίλους· ἐνέγραψε δὲ πρὸς πάντας καὶ Ὑστάσπαν ὡς φίλον αὑτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ δὴ Ὑστάσπας εἶπεν· ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη χρὴ ὡς πλουσίῳ χρῆσθαι· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.

​Writing down and sealing the very instructions he had spoken, he gave them to Hystaspes to carry to his friends; and he also wrote to all of them to receive Hystaspes as his friend. When Hystaspes had gone around and Croesus’ servant had brought back the letters, Hystaspes said: “King Cyrus, you must now treat me too as a rich man; for through your letters I have returned possessing very many gifts.”

§8.2.18

καὶ ὁ Κῦρος εἶπεν· εἷς μὲν τοίνυν καὶ οὗτος ἤδη θησαυρὸς ἡμῖν, ὦ Κροῖσε· τοὺς δʼ ἄλλους καταθεῶ καὶ λόγισαι πόσα ἐστὶν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι. λέγεται δὴ λογιζόμενος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἢ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς ἤδη, εἰ συνέλεγεν.

​And Cyrus said: “Here, then, Croesus, is one treasure for us already; now inspect the others and calculate how much money is ready, in case I need to make use of any.” It is said that Croesus, on calculating, found many times more than he had said Cyrus would already have had in his treasuries if he had been amassing it.

§8.2.19

ἐπεὶ δὲ τοῦτο φανερὸν ἐγένετο, εἰπεῖν λέγεται ὁ Κῦρος· ὁρᾷς, φάναι, ὦ Κροῖσε, ὡς εἰσὶ καὶ ἐμοὶ θησαυροί; ἀλλὰ σὺ μὲν κελεύεις με παρʼ ἐμοὶ αὐτοὺς συλλέγοντα φθονεῖσθαί τε διʼ αὐτοὺς καὶ μισεῖσθαι, καὶ φύλακας αὐτοῖς ἐφιστάντα μισθοφόρους τούτοις πιστεύειν· ἐγὼ δὲ τοὺς φίλους πλουσίους ποιῶν τούτους μοι νομίζω θησαυροὺς καὶ φύλακας ἅμα ἐμοῦ τε καὶ τῶν ἡμετέρων ἀγαθῶν πιστοτέρους εἶναι ἢ εἰ φρουροὺς μισθοφόρους ἐπεστησάμην.

​When this became clear, Cyrus is said to have spoken: “Do you see, Croesus,” he said, “how I too have treasures? But while you urge me to amass them by me, and thereby be envied and hated because of them, and to place hired guards over them and trust in these, I, by making my friends wealthy, regard them as my treasures and at the same time as guards both of myself and of our goods who are more faithful than if I had set mercenary watchmen over them.

§8.2.20

καὶ ἄλλο δέ σοι ἐρῶ· ἐγὼ γάρ, ὦ Κροῖσε, ὃ μὲν οἱ θεοὶ δόντες εἰς τὰς ψυχὰς τοῖς ἀνθρώποις ἐποίησαν ὁμοίως πάντας πένητας, τούτου μὲν οὐδʼ αὐτὸς δύναμαι περιγενέσθαι,3 ἀλλʼ εἰμὶ ἄπληστος κἀγὼ ὥσπερ οἱ ἄλλοι χρημάτων·

​And I will tell you something else: for as for that which the gods put into the souls of men, making all alike poor, I myself, Croesus, cannot master this either, but am insatiable for wealth just as others are.

§8.2.21

τῇδέ γε μέντοι διαφέρειν μοι δοκῶ τῶν πλείστων ὅτι οἱ μὲν ἐπειδὰν τῶν ἀρκούντων περιττὰ κτήσωνται, τὰ μὲν αὐτῶν κατορύττουσι, τὰ δὲ κατασήπουσι, τὰ δὲ ἀριθμοῦντες καὶ μετροῦντες καὶ ἱστάντες καὶ διαψύχοντες καὶ φυλάττοντες πράγματα ἔχουσι, καὶ ὅμως ἔνδον ἔχοντες τοσαῦτα οὔτε ἐσθίουσι πλείω ἢ δύνανται φέρειν, διαρραγεῖεν γὰρ ἄν, οὔτʼ ἀμφιέννυνται πλείω ἢ δύνανται φέρειν, ἀποπνιγεῖεν γὰρ ἄν, ἀλλὰ τὰ περιττὰ χρήματα πράγματα ἔχουσιν· ἐγὼ δʼ ὑπηρετῶ μὲν τοῖς θεοῖς καὶ ὀρέγομαι ἀεὶ πλειόνων·

​Yet I think I differ from most men in this: when they have acquired what exceeds a sufficiency, they bury some of it, let some rot, and have trouble counting, measuring, weighing, airing, and guarding it, and yet with so much inside their houses they neither eat more than they can bear—for they would burst—nor put on more clothes than they can bear—for they would suffocate—but hold their surplus wealth as a mere trouble; whereas I serve the gods and constantly reach out for more.”

Syntax notes3 items
  1. 8.2.15ἐξὸν αὐτῷ θησαυροὺς χρυσοῦ πλείστους ἑνί γε ἀνδρὶ ἐν τῷ οἴκῳ καταθέσθαι

    The neuter participle ἐξόν from the impersonal verb ἔξεστι forms an accusative absolute with concessive force ('although it was in his power to store up...'). The phrase ἑνί γε ἀνδρί is a dative expressing a standard of comparison or limitation ('for any single man').

  2. 8.2.16καὶ πόσα ἂν ἤδη οἴει μοι χρήματα εἶναι, εἰ συνέλεγον χρυσίον

    The infinitive εἶναι combined with ἄν depends on οἴει, representing an unfulfilled (contrary-to-fact) condition in present/imperfect time corresponding to the protasis εἰ συνέλεγον (imperfect). In direct discourse this would be πόσα ἂν ἦν... εἰ συνέλεγον.

  3. 8.2.20ὃ μὲν οἱ θεοὶ δόντες εἰς τὰς ψυχὰς τοῖς ἀνθρώποις ἐποίησαν ὁμοίως πάντας πένητας, τούτου μὲν οὐδʼ αὐτὸς δύναμαι περιγενέσθαι

    The relative clause ὃ ... πένητας is resumed by the genitive demonstrative pronoun τούτου, governed by περιγενέσθαι ('to overcome / master'). The neuter relative pronoun ὅ refers to an implied craving or insatiability that the gods implanted in men's souls, thereby making all men alike needy.

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:8.2.14-8.2.21