← Plutarch

On the Face Which Appears in the Orb of the Moon

§25#2

Adaptation of Life to Lunar Conditions and Habitation

The speaker argues from the diversity of terrestrial flora and the moistening nature of the moon that rainless lunar vegetation and frugal living beings could exist. By drawing an analogy with ocean creatures and imagining lunar inhabitants perceiving the gloomy Earth as Hades, he refutes skepticism regarding lunar habitation.

View ▾
View
Translation
Typeface
AI ↗
← PrevNext →
§25#2

σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν· εἰ δʼ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλʼ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην1 ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι; πῶς δʼ οὐκ εἰκὸς; ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδʼ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπʼ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δʼ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος "Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας," ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἥλιον ἀντιπαθῆ φύσιν ἔχειν· εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος,2 αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν ἀλλὰ καὶ τὴν ἀπʼ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι3 τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδʼ εἶναί μοι δοκοῦσιν· ἣν δʼ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών "οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ "ἔργῳ δʼ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δʼ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι· καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλʼ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς· ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δʼ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι "σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ" καὶ "τόσσον ἔνερθʼ Ἀίδεω, ὅσον οὐρανὸς ἔστʼ ἀπὸ γαίης, "ταῦτα φήσουσιν4 ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.

Some crops are sown toward winter, and others at the height of summer, like sesame and millet; and thyme or centaury, if sown in good and rich soil and watered and irrigated, departs from its natural quality and loses its potency, but rejoices in drought and develops toward its proper nature; and if, as they say, it cannot endure even dews, like most Arabian plants, but fades and perishes when moistened, what wonder is there if about the moon there arise roots, seeds, and woods that have no need of rains or snows, but are naturally well suited to a rare and summer-like air? And how is it not likely that warm breezes rise up, fostered by the moon and by the sway of her revolution, that gentle winds accompany her, and that light dews and moistures, shed all around and dispersed, suffice for the sprouting vegetation, while the moon herself is, in her blending, not fiery or parched, but soft and moisture-producing? For from her no effect of dryness reaches us, but many of moisture and femininity: the growth of plants, the putrefaction of meats, the turns and flattenings of wines, the softening of timbers, and easy childbirth in women. But I fear to provoke and stir Pharnaces again while he is quiet, by citing the tides of the ocean, as they themselves say, and the surges of straits, which are dispersed and increased by the moon through being moisturized. Therefore I will turn rather to you, dear Theon; for you tell us, in explaining these lines of Alcman: ‘Dew, daughter of Zeus and divine Selene, nourishes,’ that here he calls the air Zeus, and says that, moistened by the moon, it turns into dews. For she is likely, my companion, to have an antipathetic nature toward the sun; if indeed she is by nature suited not only to soften and dissolve all the things that he thickens and dries, but also to moisten and cool down the heat coming from him as it falls upon her and mingles with her. Both those who consider the moon to be a fiery and burning body are mistaken, and those who demand that the animals there have everything that those here possess for generation, nourishment, and way of life, seem unobservant of the anomalies in nature, in which one can find greater and more numerous differences and dissimilarities among animals themselves than between animals and non-animals. And let there not be mouthless men nourished on odors, who do not even seem to me to exist; but as for the faculty that Ammonius himself expounded to us, Hesiod hinted at it when he said: ‘nor how great a benefit lies in mallow and asphodel,’ and Epimenides demonstrated it in deed, teaching that nature rekindles and preserves the animal with an utterly small amount of fuel, if it receives something the size of an olive, needing no further food. It is plausible that those on the moon, if indeed they exist, are slender in body and capable of being sustained by whatever comes to hand; for they say that the moon herself, like the sun—which is a fiery living being many times larger than the earth—is nourished by the moistures from the earth, as are the other countless stars; so light and frugal in necessary provisions do they suppose the animals of the upper region to be. Yet we neither perceive these things, nor that a different land, nature, and climate are suitable for them; just as if, when we were unable to approach or touch the sea, but only observed the view of it from afar and learned that it is bitter, undrinkable, and salty water, someone had said that it nurtures many, large, and multiform animals in its depths, and is full of creatures that use water just as you use air, he would have seemed to be spinning tales like myths and portents—in the same way we seem to be disposed and to experience the same thing toward the moon, disbelieving that any men dwell there. But I think they would much more marvel at the earth, seeing what is like the sediment and silt of the universe showing through moisture, mists, and clouds, a lightless, low, and motionless place, if it generates and nurtures animals that partake of motion, breath, and heat; and if they should happen from somewhere to hear these Homeric verses: ‘dreadful, dank, which even the gods abhor,’ and ‘as far beneath Hades as heaven is from earth,’ they will say that these are spoken simply about this place, and that Hades and Tartarus have been transplanted here, while the moon alone is the true earth, equidistant from those upper realms and these lower ones.

Syntax notes4 items
  1. 25ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην

    An extended comparative correlative period (ὥσπερ οὖν εἰ... οὕτως...). The protasis contains nested genitive absolutes (τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν... ἀφορώντων καὶ πυνθανομένων...) followed by a counterfactual condition (ἔλεγέ τις... ἐδόκει ἄν...), which is then correlated with the main clause οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν.

  2. 940bὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος

    A brachylogical ellipsis in the relative clause, omitting the governing verb πέφυκεν (or δύναται). The relative neuter plural ὅσα functions either as an inner/adverbial accusative ('in all respects that...') or as a direct object answering to the infinitives πυκνοῦν καὶ ξηραίνειν, parallel to the main clause αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν.

  3. 940bοἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι

    A shift in syntax (anacoluthon) between parallel subjects: the first subject οἵ τε... νομίζοντες is governed by the finite verb ἁμαρτάνουσιν, while the second οἵ τε... ἀξιοῦντες transitions to ἐοίκασιν followed by the nominative predicate adjective ἀθέατοι in a personal construction ('they seem to have no view of / seem blind to...').

  4. 940eκἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι... ταῦτα φήσουσιν

    The phrase κἂν εἰ (crasis of καὶ ἂν εἰ) functions either as an anticipatory ἄν or an idiomatic introductory conjunction for a conditional clause. It introduces a mixed conditional construction, where the protasis takes the optative ἐγγένοιτο (potential), while the apodosis takes the future indicative φήσουσιν to denote vivid certainty.

Translated by Gemini 3.8 Flash · No revisions to the English translation or the originalurn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:25#2